- 텍스트

Pseudo-Plutarch, Placita Philosophorum, book 1, Περὶ σωμάτων.?

(위 플루타르코스, Placita Philosophorum, book 1, Περὶ σωμάτων.)

σῶμά ἐστι τὸ τριχῇ διαστατόν, πλάτει βάθει μήκει ἢ ὄγκος: ἀντίτυπος ὅσον ἐφ ἑαυτῷ :

ἢ τὸ κατέχον τόπον. Πλάτων μήτε βαρὺ εἶναι μήτε κοῦφον τῇ φύσει ἔν γε τῷ οἰκείῳ τόπῳ ὑπάρχον ἐν δέ γε τῷ ἀλλοτρίῳ γενόμενον τότε νεῦσιν ἴσχειν : ἐκ δὲ τῆς νεύσεως ῥοπὴν ἤτοι πρὸς βαρύτητα ἢ κουφότητα. Ἀριστοτέλης βαρύτατον μὲν εἶναι τὴν γῆν ἁπλῶς, κουφότατον δὲ τὸ πῦρ:

ἀέρα δὲ καὶ ὕδωρ ἄλλοτ ἄλλως. οἱ Στωικοὶ δύο μὲν ἐκ τῶν τεσσάρων στοιχείων κοῦφα, πῦρ καὶ ἀέρα: δύο δὲ βαρέα, ὕδωρ καὶ γῆν:

κοῦφον γὰρ ὑπάρχει φύσει, ὃ νεύει ἀπὸ τοῦ ἰδίου μέσου: βαρὺ δὲ τὸ εἰς μέσον: βαρὺ δ οὐκ ἔστι τὸ μέσον. Ἐπίκουρος δ ἀπερίληπτα εἶναι τὰ σώματα καὶ τὰ πρῶτα δ ἁπλᾶ, τὰ δ ἐξ ἐκείνων συγκρίματα πάντα βάρος ἔχειν : δ ἄνω κινούμενα κατὰ πληγήν, κατὰ παλμόν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION