호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αἴτιόν ἐστι δι ὃ τὸ ἀποτέλεσμα ἢ δι ὃ συμβαίνει τι. Πλάτων τριχῶς τὸ αἴτιον:
φησὶ γὰρ ὑφ οὗ ἐξ. οὗ πρὸς ὅ: κυριώτερον δ ἡγεῖται τὸ ὑφ οὗ: τοῦτο δ ἦν τὸ ποιοῦν, ὅ ἐστι νοῦς. Πυθαγόρας καὶ Ἀριστοτέλης τὰ μὲν πρῶτα αἴτια ἀσώματα, τὰ δὲ κατὰ μετοχὴν ἢ κατὰ συμβεβηκὸς τῆς σωματικῆς ὑποστάσεως: ὥστ εἶναι τὸν κόσμον σῶμα.
οἱ Στωικοὶ πάντα τὰ αἴτια σωματικά:
πνεύματα γάρ.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기