- 텍스트

Pseudo-Plutarch, Placita Philosophorum, book 1, Περὶ ὕλης?

(위 플루타르코스, Placita Philosophorum, book 1, Περὶ ὕλης)

ὕλη ἐστὶ τὸ ὑποκείμενον πρῶτον γενέσει καὶ φθορᾷ καὶ ταῖς ἄλλαις μεταβολαῖς. οἱ ἀπὸ Θάλεω καὶ Πυθαγόρου καὶ οἱ Στωικοὶ τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ μεταβλητὴν καὶ ῥευστὴν ὅλην δι ὅλης τὴν ὕλην. οἱ ἀπὸ Δημοκρίτου ἀπαθῆ τὰ πρῶτα, τὴν ἄτομον καὶ τὸ κενὸν καὶ τὸ ἀσώματον.

Ἀριστοτέλης καὶ Πλάτων τὴν ὕλην σωματοειδῆ ἄμορφον ἀνείδεον ἀσχημάτιστον ἄποιον μὲν ὅσον ἐπὶ τῇ ἰδίᾳ φύσει , δεξαμενὴν δὲ τῶν εἰδῶν οἱο῀ν τιθήνην καὶ ἐκμαγεῖον καὶ μητέρα γενέσθαι. οἱ δ ὕδωρ λέγοντες ἢ γῆν ἢ πῦρ ἢ ἀέρα τὴν ὕλην οὐκέτι ἄμορφον αὐτὴν λέγουσιν ἀλλὰ σῶμα:

οἱ δὲ τὰ ἀμερῆ καὶ τὰς ἀτόμους ἄμορφον.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION