- 텍스트

Plutarch, Σόλων?, chapter 26

(플루타르코스, Σόλων, chapter 26)

πρῶτον μὲν οὖν εἰς Αἴγυπτον ἀφίκετο καὶ διέτριψεν, ὡς αὐτός φησι, Νείλου ἐπὶ προχοῇσι Κανωβίδος ἐγγύθεν ἀκτῆς. χρόνον δέ τινα καὶ τοῖς περὶ Ψένωφιν τὸν Ἡλιουπολίτην καὶ Σῶγχιν τὸν Σαΐτην, λογιωτάτοις οὖσι τῶν ἱερέων, συνεφιλοσόφησε: παρ ὧν καὶ τὸν Ἀτλαντικὸν ἀκούσας λόγον, ὡς Πλάτων φησίν, ἐπεχείρησε διὰ ποιήματος ἐξενεγκεῖν εἰς τοὺς Ἕλληνας. ἔπειτα πλεύσας εἰς Κύπρον ἠγαπήθη διαφερόντως ὑπὸ Φιλοκύπρου τινὸς τῶν ἐκεῖ βασιλέων, ὃς εἶχεν οὐ μεγάλην πόλιν, ᾠκισμένην ὑπὸ Δημοφῶντος τοῦ Θησέως, περὶ τὸν Κλάριον ποταμὸν ἐν χωρίοις ὀχυροῖς μέν, ἄλλως δὲ δυσχερέσι καὶ φαύλοις κειμένην.

ἔπεισεν οὖν αὐτὸν ὁ Σόλων ὑποκειμένου καλοῦ πεδίου μεταθέντα τὴν πόλιν ἡδίονα καὶ μείζονα κατασκευάσαι. καὶ παρὼν ἐπεμελήθη τοῦ συνοικισμοῦ, καὶ συνδιεκόσμησε πρός τε διαγωγὴν ἄριστα καὶ πρὸς ἀσφάλειαν, ὥστε πολλοὺς μὲν οἰκήτορας τῷ Φιλοκύπρῳ συνελθεῖν, ζηλῶσαι δὲ τοὺς ἄλλους βασιλέας:

διὸ καὶ τῷ Σόλωνι τιμὴν ἀποδιδοὺς Αἰπεῖαν τὴν πόλιν καλουμένην πρότερον ἀπ ἐκείνου Σόλους προσηγόρευσε. καὶ αὐτὸς δὲ μέμνηται τοῦ συνοικισμοῦ:

προσαγορεύσας γὰρ ἐν ταῖς ἐλεγείαις τὸν Φιλόκυπρον, νῦν δὲ φησί σὺ μὲν Σολίοισι πολὺν χρόνον ἐνθάδ ἀνάσσων τήνδε πόλιν ναίοις καὶ γένος ὑμέτερον: αὐτὰρ ἐμὲ ξὺν νηῒ θοῇ κλεινῆς ἀπὸ νήσου ἀσκηθῆ πέμποι Κύπρις ἰοστέφανος: οἰκισμῷ δ ἐπὶ τῷδε χάριν καὶ κῦδος ὀπάζοι ἐσθλὸν καὶ νόστον πατρίδ ἐς ἡμετέρην.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION