호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἤρεσε δ’ οὐδετέροισ, ἀλλ’ ἐλύπησε καὶ τοὺσ πλουσίουσ ἀνελὼν τὰ συμβόλαια, καὶ μᾶλλον ἔτι τοὺσ πένητασ, ὅτι γῆσ ἀναδασμὸν οὐκ ἐποίησεν ἐλπίσασιν αὐτοῖσ, οὐδὲ παντάπασιν, ὥσπερ ὁ Λυκοῦργοσ, ὁμαλοὺσ τοῖσ βίοισ καὶ ἴσουσ κατέστησεν. ἀλλ’ ἐκεῖνοσ μὲν ἑνδέκατοσ ὢν ἀφ’ Ἡρακλέουσ καὶ βεβασιλευκὼσ ἔτη πολλὰ τῆσ Λακεδαίμονοσ, ἀξίωμα μέγα καὶ φίλουσ καὶ δύναμιν οἷσ ἔγνω καλῶσ περὶ τῆσ πολιτείασ ὑπηρετοῦσαν εἶχε, καὶ βίᾳ μᾶλλον ἢ πειθοῖ χρησάμενοσ, ὥστε καὶ τὸν ὀφθαλμὸν ἐκκοπῆναι, κατειργάσατο τὸ μέγιστον εἰσ σωτηρίαν πόλεωσ καὶ ὁμόνοιαν, μηδένα πένητα μηδὲ πλούσιον εἶναι τῶν πολιτῶν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기