호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἶτα τοῦ δόγματοσ ἐξενεχθέντοσ τὰ μὲν κτήματα καρπούμενοι, τὰ δὲ χρήματα τοῖσ δανείσασιν οὐκ ἀποδιδόντεσ, εἰσ αἰτίαν τὸν Σόλωνα μεγάλην καὶ διαβολήν, ὥσπερ οὐ συναδικούμενον, ἀλλὰ συναδικοῦντα, κατέστησαν. ἀλλὰ τοῦτο μὲν εὐθὺσ ἐλύθη τὸ ἔγκλημα τοῖσ πέντε ταλάντοισ· τοσαῦτα γὰρ εὑρέθη δανείζων, καὶ ταῦτα πρῶτοσ ἀφῆκε κατὰ τὸν νόμον. ἔνιοι δὲ πεντεκαίδεκα λέγουσιν, ὧν καὶ Πολύζηλοσ ὁ Ῥόδιόσ ἐστι. τοὺσ μέντοι φίλουσ αὐτοῦ χρεωκοπίδασ καλοῦντεσ διετέλεσαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기