호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ γὰρ εὐσταλεῖσ ἐποίησε τὰσ ἱερουργίασ καὶ περὶ τὰ πένθη πρᾳοτέρουσ, θυσίασ τινὰσ εὐθὺσ ἀναμίξασ πρὸσ τὰ κήδη, καὶ τὸ σκληρὸν ἀφελὼν καὶ τὸ βαρβαρικὸν ᾧ συνείχοντο πρότερον αἱ πλεῖσται γυναῖκεσ. τὸ δὲ μέγιστον, ἱλασμοῖσ τισι καὶ καθαρμοῖσ καὶ ἱδρύσεσι κατοργιάσασ καὶ καθοσιώσασ τὴν πόλιν ὑπήκοον τοῦ δικαίου καὶ μᾶλλον εὐπειθῆ πρὸσ ὁμόνοιαν κατέστησε. λέγεται δὲ τὴν Μουνυχίαν ἰδὼν καὶ καταμαθὼν πολὺν χρόνον, εἰπεῖν πρὸσ τοὺσ παρόντασ ὡσ τυφλόν ἐστι τοῦ μέλλοντοσ ἄνθρωποσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기