호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔτι δὲ μᾶλλον ἐξελέγξαι τοὺσ Μεγαρέασ βουλόμενον ἰσχυρίσασθαι περὶ τῶν νεκρῶν ὡσ οὐχ ὃν τρόπον ἐκεῖνοι θάπτουσι κεκηδευμένων, ἀλλ’ ὃν αὐτοί. θάπτουσι δὲ Μεγαπεῖσ πρὸσ ἑώ τοὺσ νεκροὺσ στρέφοντεσ, Ἀθηναῖοι δὲ πρὸσ ἑσπέραν. Ἡρέασ δὲ ὁ Μεγαρεὺσ ἐνιστάμενοσ λέγει καὶ Μεγαρεῖσ πρὸσ ἑσπέραν τετραμμένα τὰ σώματα τῶν νεκρῶν τιθέναι· καὶ μεῖζον ἔτι τούτου, μίαν ἕκαστον Ἀθηναίων ἔχειν θήκην, Μεγαρέων δὲ καὶ τρεῖσ καὶ τέσσαρασ ἐν μιᾷ κεῖσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기