호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κυριωτάτοις μέρεσι τοῦ κόσμου καὶ μεγίστοις ψυχήν, οὐκ ἄξιόν ἐστι θαυμάζειν εἰ τὰ κάλλιστα περαίνεται θεοῦ γνώμῃ.? "ψυχῆς γὰρ ὄργανον τὸ σῶμα, θεοῦ δ ἡ ψυχή:
"καὶ καθάπερ σῶμα πολλὰς μὲν ἐξ αὑτοῦ κινήσεις ἔχει, τὰς δὲ πλείστας καὶ καλλίστας ὑπὸ ψυχῆς, οὕτως αὖ πάλιν ἡ ψυχὴ τὰ μὲν ὑφ ἑαυτῆς κινουμένη πράττει, τὰ δὲ τῷ θεῷ παρέχει χρωμένῳ κατευθύνειν καὶ τρέπειν αὐτὴν ᾗ βούλοιτο , πάντων ὀργάνων εὐτρεπέστατον οὖσα. "εἰ πῦρ μὲν ὄργανόν ἐστι θεοῦ καὶ πνεῦμα καὶ ὕδωρ καὶ νέφη καὶ ὄμβροι, δι ὧν πολλὰ μὲν σῴζει τε καὶ τρέφει, πολλὰ δ ἀπόλλυσι καὶ ἀναιρεῖ, ζῴοις δὲ χρῆται πρὸς·
"οὐδὲν ἁπλῶς οὐδέπω τῶν ὑπ αὐτοῦ γιγνομένων. "ἀλλὰ μᾶλλον εἰκὸς ἐξηρτημένα τῆς τοῦ θεοῦ δυνάμεως ὑπουργεῖν, καὶ συμπαθεῖν ταῖς τοῦ θεοῦ κινήσεσιν ἢ Σκύθαις τόξα λύραι δ Ἕλλησι καὶ αὐλοὶ συμπαθοῦσιν. ἐπὶ δὲ τούτοις ὁ ποιητὴς Χερσίας ἄλλων τε σωθέντων ἀνελπίστως ἐμέμνητο καὶ Κυψέλου τοῦ Περιάνδρου πατρός, ὃν οἱ πεμφθέντες ἀνελεῖν νεογνὸν ὄντα προσμειδιάσαντ αὐτοῖς ἀπετράποντο:
καὶ πάλιν μετανοήσαντες ἐζήτουν καὶ οὐχ εὑρ῀ον, εἰς κυψέλην ὑπὸ τῆς μητρὸς ἀποτεθέντα. διὸ καὶ τὸν οἶκον ἐν Δελφοῖς κατεσκεύασεν ὁ Κύψελος, ὥσπερ θεοῦ τότε τὸν κλαυθμυρισμὸν ἐπισχόντος, ὅπως διαλάθοι τοὺς ζητοῦντας.
"Περίανδρε Χερσίας ἐποίησε μνησθεὶς τοῦ οἴκου:
"πολλάκις γὰρ ἐβουλόμην ἐρέσθαι σε τῶν βατράχων τὴν αἰτίαν ἐκείνων, τί βούλονται περὶ τὸν πυθμένα τοῦ φοίνικος ἐντετορευμένοι τοσοῦτοι, καί τίνα πρὸς τὸν θεὸν ἢ τὸν ἀναθέντα λόγον ἔχουσι. "φράσαιμι πρότερον ἢ πυθέσθαι παρὰ τούτων ὅ τι βούλεται τὸ μηδὲν ἄγαν αὐτοῖς καὶ τὸ γνῶθι σαυτόν, καὶ τοῦτο δὴ τὸ πολλοὺς μὲν ἀγάμους πολλοὺς δ ἀπίστους ἐνίους δὲ καὶ ἀφώνους πεποιηκὸς ἐγγύα πάρα δ ἄτα.
"ἡμῶν δέῃ ταῦτα φραζόντων·
"πάλαι γὰρ Αἰσώπου λόγον εἰς ἕκαστον ὡς ἐοίκε τούτων συντεθεικότος ἐπαινεῖς. "σπουδάζων δὲ τούτων Ὅμηρον εὑρετὴν ἀποδείκνυσι καί φησι τὸν μὲν Ἕκτορα γιγνώσκειν ἑαυτόν, τοῖς γὰρ ἄλλοις ἐπιτιθέμενος Αἰάντος ἀλέεινε μάχην Τελαμωνιάδαο τὸν δ Ὀδυσσέα τοῦ μηδὲν ἄγαν ἐπαινέτην τῷ Διομήδει παρακελεύεσθαι Τυδείδη, μήτ ἄρ με μάλ αἴνεε μήτε τι νείκει τὴν δ ἐγγύην οἱ μὲν ἄλλοι λοιδορεῖν αὐτὸν ὡς πρᾶγμα δείλαιον καὶ μάταιον οἰόνται λέγοντα δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι, Χερσίας δ οὑτοσί φησι τὴν Ἄτην ὑπὸ τοῦ Διὸς ῥιφῆναι τῇ ἐγγύῃ παραγιγνομένην ἣν ἐγγυησάμενος ὁ Ζεὺς ἐσφάλη περὶ τῆς τοῦ Ἡρακλέους γενέσεως. "καὶ τῷ σοφωτάτῳ πιστευτέον Ὁμήρῳ νὺξ δ ἤδη τελέθει:
"ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι. "σπείσαντες οὖν Μούσαις καὶ Ποσειδῶνι καὶ Ἀμφιτρίτῃ διαλύωμεν εἰ δοκεῖ τὸ συμπόσιον. τοῦτ ἔσχεν, ὦ Νίκαρχε, πέρας ἡ τότε συνουσία.?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기