호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔφη τοίνυν ὁ Πιττακὸς ἔνδοξον εἶναι καὶ μνημονευόμενον ὑπὸ πολλῶν τὸν λόγον.? χρησμοῦ γὰρ γενομένου τοῖς οἰκίζουσι Λέσβον, ὅταν ἑρ´ματι πλέοντες προστύχωσιν ὃ καλεῖται Μεσόγειον, τότ ἐνταῦθα Ποσειδῶνι μὲν ταῦρον Ἀμφιτρίτῃ δὲ καὶ Νηρηίσι ζῶσαν καθεῖναι παρθένον: ὄντων οὖν ἀρχηγετῶν ἑπτὰ καὶ βασιλέων, ὀγδόου δὲ τοῦ Ἐχελάου πυθοχρήστου τῆς ἀποικίας ἡγεμόνος, οὗτος μὲν ἠίθεος ἦν ἔτι, τῶν δ ἑπτὰ κληρουμένων, ὅσοις ἄγαμοι παῖδες ἦσαν, καταλαμβάνει θυγατέρα Σμινθέως ὁ κλῆρος·
.
ἣν ἐσθῆτι καὶ χρυσῷ κοσμήσαντες ὡς ἐγένοντο κατὰ τὸν τόπον, ἔμελλον εὐξάμενοι καθήσειν. ἔτυχε δέ τις ἐρῶν αὐτῆς· οὐκ ἀγεννὴς ὡς ἐοίκε νεανίας, οὗ καὶ τοὔνομα διαμνημονεύουσιν Ἔναλον.
οὗτος ἀμήχανόν τινα τοῦ βοηθεῖν τῇ παρθένῳ προθυμίαν ἐν τῷ τότε πάθει λαβὼν παρὰ τὸν καιρὸν ὡρ´μησε καὶ περιπλακεὶς ὁμοῦ συγκαθῆκεν ἑαυτὸν εἰς τὴν θάλατταν.
εὐθὺς μὲν οὖν φήμη τις οὐκ ἔχουσα τὸ βέβαιον, ἄλλως δὲ πείθουσα πολλοὺς ἐν τῷ στρατοπέδῳ διηνέχθη περὶ σωτηρίας αὐτῶν καὶ κομιδῆς.
δ ἄλλα θειότερα τούτων ἐκπλήττοντα καὶ κηλοῦντα τοὺς πολλοὺς διηγεῖσθαι , πάντων δὲ πίστιν ἔργῳ παρασχεῖν.
κύματος γὰρ ἠλιβάτου περὶ τὴν νῆσον αἰρομένου καὶ τῶν ἀνθρώπων δεδιότων ἀπαντῆσαι, μόνον : :
θαλάττῃ ἕπεσθαι πολύποδας αὐτῷ πρὸς τὸ ἱερὸν τοῦ Ποσειδῶνος. ὧν τοῦ μεγίστου λίθον κομίζοντος λαβεῖν τὸν Ἔναλον καὶ ἀναθεῖναι, καὶ τοῦτον Ἔναλον καλοῦμεν.
"εἴ τις εἰδείη διαφορὰν ἀδυνάτου καὶ ἀσυνήθους καὶ παραλόγου καὶ παραδόξου, μάλιστ ἄν, ὦ Χίλων, καὶ μήτε πιστεύων ὡς ἔτυχε μήτ ἀπιστῶν τὸ μηδὲν ἄγαν ὡς σὺ προσέταξας διαφυλάττων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기