호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"τί δὲ τοῦτ ἐκεῖνον ἐρωτᾶν ἔδει·? "δῆλον γὰρ ἦν ὅτι τοῦ μεγίστου τῶν ἀγαθῶν καὶ κρατίστου δεύτερόν ἐστι τὸ δεῖσθαι τροφῆς βραχυτάτης. "ἢ τὸ μέγιστον οὐ δοκεῖ σοι τὸ μηδ ὅλως τροφῆς δεῖσθαι· "εἰ δεῖ τὸ φαινόμενον εἰπεῖν, καὶ μάλιστα παρακειμένης τραπέζης, ἣν ἀναιροῦσιν αἰρομένης τροφῆς φιλίων θεῶν βωμὸν οὖσαν καὶ ξενίων δὲ Θαλῆς λέγει τῆς γῆς ἀναιρεθείσης σύγχυσιν τὸν ὅλον ἕξειν κόσμον, οὕτως οἴκου διάλυσις ἡ τροφῆς ἀναίρεσίς ἐστι:
"συναναιρεῖται γὰρ αὐτῇ πῦρ ἑστιοῦχον ἑστία κρατῆρες ὑποδοχαὶ ξενισμοί, φιλανθρωπότατα καὶ πρῶτα κοινωνήματα πρὸς ἀλλήλους, μᾶλλον δὲ σύμπας ὁ βίος, εἴ γε διαγωγὴ τίς ἐστιν ἀνθρώπου πράξεων ἔχουσα διέξοδον, ὧν ἡ τῆς τροφῆς χρεία καὶ παρασκευὴ τὰς πλείστας παρακαλεῖ. δεινὸν μὲν οὖν, ὦ ἑταῖρε, καὶ τὸ γεωργίας αὐτῇ: "διολλυμένη γὰρ αὖθις ἀπολείπει γῆν ἡμῖν ἄμορφον καὶ ἀκάθαρτον, ὕλης ἀκάρπου καὶ ῥευμάτων πλημμελῶς φερομένων ὑπ ἀργίας ἀνάπλεων. "συναπόλλυσι δὲ καὶ τέχνας πάσας καὶ ἐργασίας, ὧν ἔξαρχός ἐστι καὶ παρέχει βάσιν πάσαις καὶ ὕλην, καὶ τὸ μηδέν εἰσι, ταύτης ἐκποδὼν γενομένης. "καταλύονται δὲ καὶ τιμαὶ θεῶν, Ἡλίῳ μὲν μικράν, ἔτι δ ἐλάττω Σελήνῃ χάριν αὐγῆς μόνον καὶ ἀλέας ἀνθρώπων ἐχόντων. "ὀμβρίῳ δὲ Διὶ καὶ προηροσίᾳ Δήμητρι καὶ φυταλμίῳ Ποσειδῶνι ποῦ βωμὸς ἔσται, ποῦ δὲ θυσία· "πῶς δὲ χαριδότης ὁ Διόνυσος, εἰ δεησόμεθα μηδενὸς ὧν δίδωσι· "τί δὲ θύσομεν ἢ σπείσομεν· "τίνος δ ἀπαρξόμεθα· "πάντα γὰρ ταῦτα τῶν μεγίστων ἀνατροπὴν καὶ σύγχυσιν ἔχει πραγμάτων. "ἡδονῆς δὲ πάσης μὲν περιέχεσθαι καὶ πάντως ἀλόγιστόν ἐστι , πᾶσαν δὲ φεύγειν καὶ πάντως· "ἀναίσθητον. "τὴν μὲν οὖν ψυχὴν ἑτέραις τισὶν ἡδοναῖς χρῆσθαι κρείττοσιν ὑπαρχέτω, τῷ δὲ σώματι λαβεῖν ἡδονὴν τῆς ἀπὸ τοῦ τρέφεσθαι δικαιοτέραν οὐκ ἔστιν, ὅπερ οὐδένα λέληθεν ἀνθρώπων ταύτην γὰρ ἐν μέσῳ θέμενοι κοινωνοῦσιν ἀλλήλοις δείπνων καὶ τραπέζης, ἀφροδισίων δὲ νύκτα καὶ πολὺ προβάλλονται σκότος, ἡγούμενοι τὸ τούτων κοινωνεῖν ἀναίσχυντον εἶναι καὶ θηριῶδες, ὡς τὸ μὴ κοινωνεῖν ἐκείνης. "ὅτι καὶ τὸν ὕπνον ἅμα τῇ τροφῇ συνεκβάλλομεν·
"σὺν σώματι γὰρ ἡμῶν ἕκαστος. "ὕπνου δὲ μὴ ὄντος οὐδ ὄνειρός ἐστιν, ἀλλ οἴχεται τὸ πρεσβύτατον ἡμῖν μαντεῖον. "ἔσται δὲ μονοειδὴς ὁ βίος καὶ τρόπον τινὰ μάτην τὸ σῶμα περικείσεται τῇ ψυχῇ: "τὰ πλεῖστα γὰρ αὐτοῦ καὶ κυριώτατα τῶν μερῶν ἐπὶ τὴν τροφὴν ὄργανα παρεσκεύασται, γλῶττα: "καὶ ὀδόντες καὶ στόμαχος καὶ ἧπαρ. "ἀργὸν γὰρ οὐδέν ἐστιν οὐδὲ πρὸς ἄλλην συντεταγμένον χρείαν: "ὥσθ ὁ μὴ δεόμενος· "τροφῆς οὐδὲ σώματος δεῖται. "τοῦτο δ αὐτὸν ἦν αὑποῦ μὴ δεῖσθαι: "ταύτας τῇ γαστρὶ συμβολὰς εἰσφέρομεν:
"εἰ δὲ Σόλων ἤ τις ἄλλος τι κατηγορεῖ, ἀκουσόμεθα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기