호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἀλλ ἐπεὶ πάλιν περὶ οἰκονομίας λόγος γέγονε, τίς ἂν ὑμῶν φράσειεν ἡμῖν τὸ ἀπολειπόμενον·? "ἀπολείπεται δ οἶμαι κτήσεώς τι λαβεῖν μέτρον αὐτάρκους καὶ ἱκανῆς ἐσομένης. "μέτρον ὁ νόμος δέδωκε, πρὸς δὲ τοὺς φαύλους ἐρῶ λόγον τῆς ἐμῆς θυγατρὸς ὃν πρὸς τὸν ἀδελφὸν εἶπεν.
"ἔφη γὰρ τὴν Σελήνην δεῖσθαι τῆς ἑαυτῆς μητρὸς ὅπως αὐτῇ χιτώνιον ὑφήνῃ σύμμετρον: "τὴν δ εἰπεῖν καὶ πῶς σύμμετρον ὑφήνω· "νῦν μὲν γὰρ ὁρῶ σε πανσέληνον, αὖθις δὲ μηνοειδῆ, τοτὲ δ ἀμφίκυρτον οὕτω δὴ , ὦ φίλε Χερσία, καὶ πρὸς ἄνθρωπον ἀνόητον καὶ φαῦλον οὐδέν ἐστι μέτρον οὐσίας: "ἄλλοτε γὰρ ἄλλος ἐστὶ ταῖς χρείαις διὰ τὰς ἐπιθυμίας καὶ τὰς τύχας, ὥσπερ ὁ Αἰσώπειος κύων, ὃν οὑτοσί φησιν ἐν τῷ χειμῶνι συστρεφόμενον καὶ συσπειρώμενον διὰ τὸ ῥιγοῦν οἰκίαν ποιεῖν διανοεῖσθαι , θέρους δ αὖ πάλιν ἐκτεταμένον καθεύδοντα φαίνεσθαι μέγαν ἑαυτῷ καὶ μήτ ἀναγκαῖον ἡγεῖσθαι μήτε μικρὸν ἔργον οἰκίαν περιβαλέσθαι τοσαύτην. "ὦ Χερσία, καὶ τοὺς μικροὺς νῦν μὲν εἰς μικρὰ κομιδῇ συστέλλοντας ἑαυτοὺς ὡς στρογγύλως καὶ Λακωνικῶς βιωσομένους, νῦν δέ, εἰ μὴ τὰ πάντων ἔχουσιν ἰδιωτῶν ἅμα καὶ βασιλέων, ὑπ ἐνδείας ἀπολεῖσθαι νομίζοντας·
":
"ὑμᾶς ὁρῶμεν ἀνίσοις μέτροις τὰς κτήσεις, νενεμημένας πρὸς ἀλλήλους ἔχοντας. "ὦ βέλτιστε ἀνδρῶν, ὡς ὑφάντης ἑκάστῳ τὸ πρέπον ἡμῶν καὶ τὸ μέτριον καὶ τὸ ἁρμόττον ἀποδίδωσι. "καὶ τὸν ἑταῖρον ὑμῶν Σόλωνος δὲ ξένον Ἐπιμενίδην νόμος τις ἀπέχεσθαι τῶν ἄλλων σιτίων κελεύει, τῆς δ ἀλίμου δυνάμεως ἣν αὐτὸς συντίθησι μικρὸν εἰς τὸ στόμα λαμβάνοντα διημερεύειν ἀνάριστον καὶ ἄδειπνον·
ἐπιστήσαντος δὲ τοῦ λόγου τὸ συμπόσιον ὁ μὲν Θαλῆς ἐπισκώπτων εὖ φρονεῖν ἔφη τὸν Ἐπιμενίδην ὅτι μὴ βούλεται πράγματα ἔχειν ἀλῶν τὰ σιτία καὶ πέττων ἑαυτῷ , καθάπερ Πιττακός.
"τῆς ξένης ἤκουον ᾀδούσης πρὸς τὴν μύλην, ἐν Ἐρέσῳ γενόμενος, ἄλει μύλα ἄλει καὶ γὰρ Πιττακὸς ἄλει μεγάλας Μυτιλάνας βασιλεύων.
"Ἡσίοδον ἐννοῆσαὶ τι τοιοῦτον, οὐκ ἐπαινέτην ὄντα φειδοῦς ἀεὶ καὶ πρὸς τὰ λιτότατα τῶν ὄψων ὡς ἥδιστα παρακαλεῖν ἡμᾶς·
"ἀγαθὴ μὲν γὰρ ἡ μαλάχη βρωθῆναι, γλυκὺς δ ὁ ἀνθέρικος: "τὰ δ ἄλιμα ταῦτα καὶ ἄδιψα φάρμακα μᾶλλον ἢ σιτία πυνθάνομαι, καὶ μέλι καὶ τυρόν τινα βαρβαρικὸν δέχεσθαι καὶ σπέρματα πάμπολλα τῶν οὐκ εὐπορίστων. "πῶς οὖν οὐκ ἂν τῷ Ἡσιόδῳ τὸ πηδάλιον μὲν ὑπὲρ καπνοῦ κείμενον ἔργα βοῶν δ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν εἰ τοσαύτης δεήσει παρασκευῆς· "θαυμάζω δέ σου τὸν ξένον ὦ Σόλων εἰ Δηλίοις ἔναγχος ποιησάμενος τὸν μέγαν καθαρμὸν οὐχ ἱστόρησε παρ αὐτοῖς εἰς τὸ ἱερὸν κομιζόμενα τῆς πρώτης ὑπομνήματα τροφῆς καὶ δείγματα μετ ἄλλων εὐτελῶν καὶ αὐτοφυῶν μαλάχην καὶ ἀνθέρικον, ὧν εἰκός ἐστι καὶ τὸν Ἡσίοδον προξενεῖν ἡμῖν τὴν λιτότητα καὶ τὴν ἀφέλειαν. ἔφη λέγεις.
"ἰατρικὸς γὰρ Ἡσίοδος ὢν δῆλός ἐστιν οὐκ ἀμελῶς οὐδ ἀπείρως περὶ διαίτης καὶ κράσεως οἴνου καὶ ἀρετῆς ὕδατος καὶ λουτροῦ καὶ γυναικῶν διαλεγόμενος καὶ συνουσίας καιροῦ καὶ βρεφῶν καθίσεως. "ἀλλ Ἡσιόδου μὲν ἐμοὶ δοκεῖ δικαιότερον Αἴσωπος αὑτὸν ἀποφαίνειν μαθητὴν ἢ Ἐπιμενίδης: "τούτῳ γὰρ ἀρχὴν τῆς καλῆς ταύτης καὶ ποικίλης καὶ πολυγλώσσου σοφίας ὁ πρὸς τὴν ἀηδόνα λόγος τοῦ ἱέρακος παρέσχηκεν. "ἐγὼ δ ἂν ἡδέως ἀκούσαιμι Σόλωνος: "εἰκὸς γὰρ αὐτὸν πεπύσθαι, πολὺν χρόνον Ἀθήνησιν Ἐπιμενίδῃ συγγενόμενον, ὅ τι δὴ παθὼν ἢ σοφιζόμενος ἐπὶ τοιαύτην ἦλθε δίαιταν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기