호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τούτων πάλιν ἀναγνωσθέντων, ὦ Νίκαρχε, γενομένης σιωπῆς Θαλῆς ἠρώτησε τὸν Νειλόξενον εἰ προσήκατο τὰς λύσεις ὁ Ἄμασις.? "ἀνεπίληπτόν ἐστιν, ἀλλ ἔχει πάντα διαμαρτίας μεγάλας καὶ ἀγνοίας.
"οἱο῀ν εὐθὺς ὁ χρόνος πῶς ἂν εἰή πρεσβύτατον, εἰ τὸ μὲν αὐτοῦ γεγονὸς τὸ δ ἐνεστώς ἐστι τὸ δὲ μέλλον· "ὁ γὰρ μεθ ἡμᾶς ἐσόμενος χρόνος καὶ πραγμάτων τῶν νῦν καὶ ἀνθρώπων νεώτερος ἂν φανείη. τὸ δὲ τὴν ἀλήθειαν ἡγεῖσθαι σοφίαν οὐδὲν ἐμοὶ δοκεῖ διαφέρειν τοῦ τὸ φῶς ὀφθαλμὸν ἀποφαίνειν. "εἰ δὲ τὸ φῶς καλόν ὥσπερ ἐστὶν ἐνόμιζε, πῶς τὸν ἥλιον αὐτὸν παρεῖδε· "τῶν δ ἄλλων ἡ μὲν περὶ θεῶν καὶ δαιμόνων ἀπόκρισις θράσος ἔχει καὶ κίνδυνον, ἀλογίαν δὲ καὶ πολλὴν ἡ περὶ τῆς τύχης: "οὐ γὰρ ἂν μετέπιπτε ῥᾳδίως οὕτως, ἰσχυρότατον οὖσα τῶν ὄντων καὶ ῥωμαλεώτατον. "οὐ μὴν οὐδ ὁ θάνατος κοινότατόν ἐστιν: "οὐ γάρ ἐστι πρὸς τοὺς ζῶντας. "ἀλλ ἵνα μὴ δοκῶμεν εὐθύνειν τὰς τῶν ἑτέρων ἀποφάσεις, τὰς οἰκείας ταῖς ἐκείνου παραβάλωμεν: "ἐμαυτὸν δὲ παρέχω πρῶτον, εἰ βούλεται Νειλόξενος, ἐρωτᾶν καθ ἕκαστον. "ὡς οὖν ἐγένοντο τότε, κἀγὼ νῦν διηγήσομαι τὰς ἐρωτήσεις καὶ τὰς ἀποκρίσεις. "τί πρεσβύτατον· "θεός ἔφη Θαλῆς: "ἀγέννητον γάρ ἐστι.
"τί μέγιστον· "τόπος: "τἄλλα μὲν γὰρ ὁ κόσμος, τὸν δὲ κόσμον οὗτος περιέχει τί κάλλιστον· " "κόσμος πᾶν γὰρ τὸ κατὰ τάξιν τούτου μέρος ἐστί. "τί σοφώτατον·
"χρόνος: "τὰ μὲν γὰρ εὑρ´ηκεν οὗτος ἤδη, τὰ δ εὑρήσει : "τί κοινότατον· "ἐλπίς: "καὶ γὰρ οἷς ἄλλο μηδέν, αὕτη πάρεστι. " "τί ὠφελιμώτατον· "ἀρετή:
"καὶ γὰρ τἄλλα τῷ χρῆσθαι καλῶς ὠφέλιμα ποιεῖ. "τί βλαβερώτατον κακία: "καὶ γὰρ τὰ πλεῖστα βλάπτει παραγενομένη τί ἰσχυρότατον· "ἀνάγκη: "μόνον γὰρ ἀνίκητον τί ῥᾷστον· "τὸ κατὰ φύσιν, ἐπεὶ πρὸς ἡδονάς γε πολλοὶ πολλάκις ἀπαγορεύουσιν.?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기