호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δ οὔτε τῷ γήρᾳ πάντα πρόσεστι κακὰ κατ Εὐριπίδην οὔτε τῇ τῶν φίλων ἀβελτερίᾳ, δεῖ μὴ μόνον ἁμαρτάνοντας ἀλλὰ καὶ κατορθοῦντας ἐπιτηρεῖν τοὺς φίλους, καὶ νὴ Δία προθύμως ἐπαινεῖν τὸ πρῶτον:? εἶθ ὥσπερ ὁ σίδηρος πυκνοῦται τῇ περιψύξει καὶ δέχεται τὴν στόμωσιν ἀνεθεὶς πρῶτον ὑπὸ θερμότητος καὶ μαλακὸς γενόμενος, οὕτω τοῖς φίλοις διακεχυμένοις καὶ θερμοῖς οὖσιν ὑπὸ τῶν ἐπαίνων ὥσπερ βαφὴν ἀτρέμα τὴν παρρησίαν ἐπάγειν. δίδωσι γὰρ καιρὸς εἰπεῖν ἆρ ἄξιον ἐκεῖνα τούτοις παραβάλλειν·
ὁρᾷς τὸ καλὸν οἱούς καρποὺς ἀποδίδωσι·
ταῦτ ἀπαιτοῦμεν οἱ φίλοι, ταῦτ ἐστὶν οἰκεῖα, πρὸς ταῦτα πέφυκας: πατὴρ χρηστὸς καὶ διδάσκαλος ἐπαίνῳ μᾶλλον ἢ ψόγῳ χαίρει πρὸς ἐπανόρθωσιν ἤθους χρώμενος οὐδὲν γὰρ ἄλλο ποιεῖ τὸν παρρησιαζόμενον ἣκιστα λυπεῖν καὶ μάλιστα θεραπεύειν ἢ τὸ φειδόμενον ὀργῆς ἐν ἤθει καὶ μετ εὐνοίας προσφέρεσθαι τοῖς ἁμαρτάνουσιν.
πρὸς τὸν ἀδελφόν, ὡς οὐκ ἀπόδρασιν οὐδὲ δειλίαν οὖσαν ἀλλ ὀργὴν τὴν ἐκ τῆς μάχης ἀναχώρησιν αὐτοῦ.
καὶ πρὸς τὸν Ἀγαμέμνονα ὁ Νέστωρ σὺ δὲ σῷ μεγαλήτορι θυμῷ εἴξας. "παῦσαι τὴν γυναῖκα διαφθείρων.
τοιοῦτον γὰρ ἡ θεραπευτικὴ παρρησία ζητεῖ τρόπον, ἡ δὲ πρακτικὴ τὸν ἐναντίον. ὅταν γὰρ ἢ μέλλοντας· ἁμαρτάνειν ἐκκροῦσαι δεήσῃ πρὸς ὁρμήν τινα βίαιον ἐνισταμένους ἐξ ἐναντίας φερομένην ἢ πρὸς τὰ καλὰ μαλακῶς καὶ ἀπροθύμως ἔχοντας: ἐντεῖναι καὶ παρορμῆσαι θελήσωμεν, εἰς αἰτίας δεῖ περιφέρειν ἀτόπους καὶ μὴ πρεπούσας τὸ γιγνόμενον.
ἤδη φησὶ τὰ Τροίας εἰσορῶν ἑδώλια δέδοικας, καὶ πρὸς ταῦτα πάλιν τοῦ Ἀχιλλέως διαγανακτοῦντος καὶ ἀποπλεῖν λέγοντος ἐγᾦδ ὃ φεύγεις, οὐ τὸ μὴ κλύειν κακῶς, ἀλλ ἐγγὺς Ἕκτωρ ἐστί:
ἐξεταζόμενοι καὶ τὸ λυπούμενον καὶ τὸ συναλγοῦν πλέον ἐν τῷ παρρησιάζεσθαι τοῦ ψέγοντος ἔχοντες, ἐν δὲ ταῖς κωλύσεσι τῶν ἁμαρτανομένων καὶ πρὸς τὰ πάθη διαμάχαις σφοδροὶ καὶ ἀπαραίτητοι καὶ συνεχεῖς ὄντες οὗτος γὰρ ὁ καιρὸς εὐνοίας ἀθρύπτου καὶ παρρησίας ἀληθινῆς ἐστι.
τῷ δὲ ψέγειν τὰ πραχθέντα καὶ τοὺς ἐχθροὺς κατ ἀλλήλων ὁρῶμεν χρωμένους, ὥσπερ Διογένης ἔλεγεν ὅτι τῷ μέλλοντι σῴζεσθαι δεῖ φίλους ἀγαθοὺς ἢ διαπύρους ἐχθροὺς ὑπάρχειν οἱ μὲν γὰρ διδάσκουσιν, οἱ δ ἐλέγχουσι.
βέλτιον δὲ τὰς ἁμαρτίας φυλάττεσθαι τοῖς συμβουλεύουσι πειθόμενον ἢ μετανοεῖν ἁμαρτάνοντα διὰ τσὺς κακῶς λέγοντας.
μέγιστόν ἐστι καὶ κράτιστον ἐν φιλίᾳ φάρμακον, εὐστοχίας τε καιροῦ μάλιστα καὶ κράσεως μέτρον ἐχούσης ἀεὶ δεομένη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기