호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ μὴν ἀλλ ἐπεὶ φαύλους γε ὄντας αὐτοὺς ἑτέροις τε τοιούτοις ὁμιλοῦντας ἐξάγει τὸ πράγματα πολλάκις εἰς τὸ νουθετεῖν, ἐπιεικέστατος ἂν εἰή τρόπος ὁ συνεμπλέκων καὶ συμπεριλαμβάνων ἁμηγέπη τῷ ἐγκλήματι τὸν παρρησιαζόμενον:? ἐφ ᾧ λέλεκται καὶ τὸ Τυδείδη, τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς·
καὶ τὸ νῦν δ οὐδ ἑνὸς ἄξιοί εἰμεν Ἕκτορος καὶ ὁ Σωκράτης οὕτως ἀτρέμα τοὺς νέους ἤλεγχεν, ὡς μηδ αὐτὸς ἀπηλλαγμένος ἀμαθίας, ἀλλὰ μετ ἐκείνων οἰόμενος·
δεῖν ἀρετῆς·
ἐπιμέλεσθαι καὶ ζητεῖν τἀληθές. καὶ γὰρ εὔνοιαν καὶ πίστιν ἔχουσιν οἱ ταὐτὰ μὲν ἁμαρτάνειν, ἐπανορθοῦσθαι δὲ τοὺς φίλους ὥσπερ αὑτοὺς δοκοῦντες. καὶ ἀπαθής, ἂν μὴ πολὺ καθ ἡλικίαν προήκων μηδ ἔχων ἀρετῆς ὁμολογούμενον ἀξίωμα καὶ δόξης, ἐπαχθὴς φανεὶς καὶ βαρὺς οὐδὲν ὠφέλησεν.
ὅθεν οὐχ ἁπλῶς ὁ Φοῖνιξ ἐνέβαλε τὰ περὶ αὑτὸν ἀτυχὴ ματα, δι ὀργὴν ἐπιχειρήσαντος ἀνελεῖν τὸν πατέρα καὶ ταχὺ μεταγνόντος, ὡς μὴ πατροφόνος μετ Ἀχαιοῖσιν καλεοίμην, ἵνα μὴ δοκῇ νουθετεῖν ἐκεῖνον ὡς αὐτὸς ἀπαθὴς ὢν ὑπ ὀργῆς καὶ ἀναμάρτητος.
ἐνδύεται γὰρ ἠθικῶς τὰ τοιαῦτα, καὶ μᾶλλον εἴκουσι τοῖς ὁμοιοπαθεῖν ἀλλὰ μὴ περιφρονεῖν δοκοῦσιν.
ἐπεὶ δ οὔτε φῶς λαμπρὸν ὄμματι φλεγμαίνοντι προσοιστέον, οὔτ ἐμπαθὴς ψυχὴ παρρησίαν ἀναδέχεται καὶ νουθεσίαν ἄκρατον, ἐν τοῖς χρησιμωτάτοις ἐστὶ τῶν βοηθημάτων ὁ παραμιγνύμενος ἐλαφρὸς· ἔπαινος, ὥσπερ ἐν τούτοις ὑμεῖς δ οὐκέτι καλὰ μεθίετε θούριδος ἀλκῆς πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν.
οὐδ ἂν ἔγωγε ἀνδρὶ μαχεσσαίμην ὅστις πολέμοιο μεθείη λυγρὸς ἐών: ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι καὶ Πάνδαρε, ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀιστοὶ καὶ κλέος, ᾧ οὒ τίς τοι ἐρίζεται ἐνθάδε γ ἀνήρ·
σφόδρα δ ἐμφανῶς ἀνακαλεῖται καὶ τὰ τοιαῦτα τοὺς ὑποφερομένους παι ὁ δ Οἰδίπους ποῦ καὶ τὰ κλείν αἰνίγματα·
ὁ πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε· οὐ γὰρ μόνον ἀνίησι τοῦ ψόγου τὸ τραχὺ καὶ κολαστικόν, ἀλλὰ καὶ ζῆλον ἐμποιεῖ πρὸς ἑαυτὸν αἰδουμένῳ τὰ αἰσχρὰ τῇ τῶν καλῶν ὑπομνήσει καὶ παράδειγμα ποιουμένῳ τῶν βελτιόνων ἑαυτόν.
"τί οὖν οὐκ ἄπει πρὸς τοὺς ἐμοῦ κρείττονας, ἐμοὶ δὲ μὴ παρέχεις πράγματα·
φυλακτέον οὖν ἑτέρους ἐπαινεῖν παρρησιαζόμενον πρὸς ἑτέρους, ἂν μὴ νὴ Δία γονεῖς ὦσιν. καὶ ὁ ἐν τοῖς Σκυρίοις Ὀδυσσεὺς σὺ δ, ὦ τὸ λαμπρὸν φῶς καταισχύνων γένους, ξαίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기