- 텍스트

Plutarch, Quomodo adulator ab amico internoscatur, chapter, section 32

(플루타르코스, Quomodo adulator ab amico internoscatur, chapter, section 32)

ἔτι τοίνυν εὐλαβητέον ἐστὶν ἐν πολλοῖς παρρησίᾳ χρῆσθαι πρὸς φίλον, ἐνθυμούμενον τὸ τοῦ Πλάτωνος.? "ταῦτα λελέχθαι·

καὶ ὁ Σωκράτης· "ἐποίησας ἂν ἰδίᾳ πρὸς ἐμὲ τοῦτ εἰπών· Πυθαγόρου δὲ τραχύτερον ἐν πολλοῖς γνωρίμῳ προσενεχθέντος ἀπάγξασθαι τὸ μειράκιον λέγουσιν, ἐκ τούτου δὲ μηδέποτε τὸν Πυθαγόραν αὖθις ἄλλου παρόντος ἄλλου νουθετῆσαι. οὐκ εὐπρεποῦς τῆς ἁμαρτίας τὴν νουθέτησιν καὶ ἀνακάλυψιν ἀπόρρητον εἶναι καὶ μὴ πανηγυρικὴν μηδ ἐπιδεικτικὴν μηδὲ μάρτυρας καὶ θεατὰς συνάγουσαν.

οὐ γὰρ φιλικὸν ἀλλὰ σοφιστικὸν ἀλλοτρίοις ἐνευδοκιμεῖν σφάλμασι, καλλωπιζόμενον πρὸς τοὺς παρόντας, ὥσπερ οἱ χειρουργοῦντες ἐν τοῖς θεάτροις ἰατροὶ πρὸς ἐργολαβίαν.

πιέζει κατ Εὐριπίδην, ἀλλ ἂν νουθετῇ τις ἐν πολλοῖς καὶ μὴ φειδόμενος, πᾶν νόσημα καὶ πᾶν πάθος·

εἰς τὸ ἀναίσχυντον καθίστησιν.

ὥσπερ οὖν ὁ Πλάτων τοὺς παρασκευάζοντας ἐν τοῖς νέοις αἰσχύνην γέροντας αὐτοὺς ἀξιοῖ πρῶτον αἰσχύνεσθαι τοὺς νέους,: οὕτω τῶν φίλων ἡ δυσωπουμένη παρρησία δυσωπεῖ μάλιστα, καὶ τὸ μετ εὐλαβείας ἀτρέμα προσιέναι καὶ ἅπτεσθαι τοῦ ἁμαρτάνοντος ὑπερείπει καὶ διεργάζεται τὴν κακίαν ἀναπιμπλαμένην τοῦ αἰδεῖσθαι τὸ αἰδούμενον.

ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ οἱ ἄλλοι, ἣκιστα δὲ πρέπει γαμετῆς ἀκουούσης ἄνδρα καὶ παίδων ἐν ὄψει πατέρα καὶ ἐραστὴν ἐρωμένου παρόντος ἢ γνωρίμων διδάσκαλον ἀποκαλύπτειν:

ἐξίστανται γὰρ ὑπὸ λύπης καὶ ὀργῆς ἐλεγχόμενοι παρ οἷς εὐδοκιμεῖν ἀξιοῦσιν.

οἶμαι δὲ καὶ Κλεῖτος οὐχ οὕτω παρώξυνε διὰ τὸν οἶνον, ὡς ὅτι πολλῶν παρόντων ἐδόκει κολούειν Ἀλέξανδρον. "εἰ τοσαῦτα κοπιῶν καὶ ἀγρυπνῶν κατηνέχθης, ἰδίᾳ σε νουθετεῖν ὀφείλομεν, οὐκ ἐναντίον ἀνθρώπων τοσούτων προσφέρειν τὰς χεῖρας" ὁ δὲ φαρμάκου κύλικα πέμψας ἐκέλευσεν ἐκπιεῖν τὸν ἄνθρωπον.

Ἀριστοφάνης δὲ καὶ τὸν Κλέωνα τοῦτ ἐγκαλεῖν φησιν ὅτι ξένων παρόντων τὴν πόλιν κακῶς λέγει καὶ παροξύνει τοὺς Ἀθηναίους.

οὐ κακῶς εἰρημένον, ἔδει παρεῖναι τοῖς παρρησιαζομένοις.

Λύσανδρος μὲν γὰρ ὡς ἐοίκε πρὸς τὸν ἐκ Μεγάρων ἐν τοῖς συμμάχοις παρρησιαζόμενον ὑπὲρ τῆς Ἑλλάδος ἔφη τοὺς λόγους αὐτοῦ πόλεως δεῖσθαι: παρρησία δὲ παντὸς ἀνδρὸς ἤθους ἴσως δεῖται, καὶ τοῦτ ἀληθέστατόν ἐστιν ἐπὶ τῶν ἑτέρους νουθετούντων καὶ σωφρονιζόντων λεγόμενον.

ὁ γοῦν Πλάτων ἔλεγε νουθετεῖν τῷ βίῳ τὸν Σπεύσιππον, ὥσπερ ἀμέλει καὶ Πολέμωνα Ξενοκράτης ὀφθεὶς μόνον ἐν τῇ διατριβῇ καὶ ἀποβλέψας πρὸς αὐτὸν ἐτρέψατο καὶ μετέθηκεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION