- 텍스트

Plutarch, Quomodo adulator ab amico internoscatur, chapter, section 31

(플루타르코스, Quomodo adulator ab amico internoscatur, chapter, section 31)

ἕτερος δὲ καιρός ἐστι νουθεσίας ὅταν ὑπ ἄλλων λοιδορηθέντες ἐφ οἷς ἁμαρτάνουσι ταπεινοί τε γένωνται καὶ συσταλῶσιν.? ᾧ χρῷτ ἂν ἐμμελῶς χαρίεις τοὺς μὲν λοιδοροῦντας ἀνακόπτων καὶ διακρουόμενος, ἰδίᾳ δ αὐτὸς ἁπτόμενος τοῦ φίλου καὶ ὑπομιμνῄσκων ὡς εἰ διὰ μηδὲν ἄλλο προσεκτέον αὐτῷ, ὅπως γε μὴ θρασεῖς ὦσιν οἱ ἐχθροί. "ποῦ γὰρ ἔστι τούτοις τὸ στόμα διᾶραι, τί δὲ προσειπεῖν, ἂν ἀφῇς·

"ταῦτα καὶ ῥίψῃς ἐφ οἷς κακῶς ἀκούεις· " γίγνεται γὰρ οὕτω τὸ μὲν λυπηρὸν τοῦ λοιδοροῦντος, τὸ δ ὠφέλιμον τοῦ νουθετοῦντος. ἔνιοι δὲ κομψότερον, ἄλλους ψέγοντες, ἐπιστρέφουσι τοὺς συνήθεις:

κατηγοροῦσι γὰρ ἑτέρων ἃ πράττοντας· ἐκείνους ἴσασιν. ὁ δ ἡμέτερος καθηγητὴς Ἀμμώνιος ἐν δειλινῇ διατριβῇ τῶν γνωρίμων τινὰς αἰσθόμενος ἠριστηκότας οὐχ ἁπλοῦν ἄριστον ἐκέλευσεν ἰδίῳ παιδὶ πληγὰς ἐμβαλεῖν τὸν ἀπελεύθερον, ἐπειπὼν ὅτι χωρὶς ὄξους ἀριστᾶν οὐ δύναται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION