호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δεύτερον τοίνυν ὥσπερ ἐκκαθαίροντες ὕβριν ἅπασαν καὶ γέλωτα καὶ σκῶμμα καὶ βωμολοχίαν ἡδύσματα πονηρὰ τῆς παρρησίας ἀφαιρῶμεν.? γὰρ ἰατροῦ σάρκα τέμνοντος εὐρυθμίαν τινὰ δεῖ καὶ καθαριότητα τοῖς ἔργοις ἐπιτρέχειν, ὀρχηστικὴν δὲ καὶ παράβολον καὶ περιτρέχουσαν ὑγρότητα καὶ περιεργίαν ἀπεῖναι τῆς χειρός, οὕτως ἡ παρρησία δέχεται τὸ ἐπιδέξιον καὶ τὸ ἀστεῖον, ἂν ἡ χάρις τὴν σεμνότητα σῴζῃ, θρασύτης δὲ καὶ βδελυρία καὶ ὕβρις προσοῦσα πάνυ διαφθείρει καὶ ἀπόλλυσιν.
"μὴ γένοιτὸ σοι οὕτως ὦ βασιλεῦ κακῶς, ἵν ἐμοῦ ταῦτα σὺ βέλτιον εἰδῇς.
"ἐξ οὗ Ἀθήνησι κατεσκεύασαν τὰς Ἁρμοδίου καὶ Ἀριστογείτονος εἰκόνας.
οὔτε γὰρ ὠφελεῖ τούτων τὸ λυπηρὸν καὶ πικρόν, οὔτε τέρπει τὸ βωμολόχον καὶ παιδιῶδες, ἀλλ ἔστι κακοηθείᾳ καὶ ὕβρει μεμιγμένης· ἀκρασίας μετ ἔχθρας τὸ τοιοῦτον εἶδος, ᾧ χρώμενοι προσαπολλύουσιν αὑτούς, τὴν περὶ τὸ φρέαρ ὄρχησιν ἀτεχνῶς ὀρχούμενοι.
καὶ γὰρ Ἀντιφῶν ἀπέθανεν ὑπὸ Διονυσίου καὶ Τιμαγένης ἐξέπεσε τῆς Καίσαρος φιλίας, ἐλευθέρᾳ μὲν οὐδέποτε φωνῇ χρησάμενος, ἐν δὲ τοῖς συμποσίοις καὶ τοῖς περιπάτοις ἑκάστοτε πρὸς οὐδ ἡντινοῦν σπουδὴν ἀλλ ὅ τι οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν αἰτίαν φιλίας ὥσπερ σόφισμα λοιδορίας προφερόμενος. ἐπεὶ καὶ τοῖς κωμικοῖς πολλὰ πρὸς τὸ θέατρον αὐστηρὰ καὶ πολιτικὰ πεποίητο:
δὲ τὸ γελοῖον αὐτοῖς καὶ βωμολόχον, ὥσπερ σιτίοις ὑπότριμμα μοχθηρόν, ἐξίτηλον ἐποίει τὴν παρρησίαν καὶ ἄχρηστον, ὥστε περιῆν κακοηθείας δόξα καὶ βδελυρίας τοῖς λέγουσι, χρήσιμον δὲ τοῖς ἀκούουσιν οὐδὲν ἀπὸ τῶν λεγομένων.
ἄλλως μὲν οὖν προσοιστέον ἐστὶ καὶ παιδιὰν καὶ γέλωτα τοῖς φίλοις:
ἡ δὲ παρρησία σπουδὴν ἐχέτω καὶ ἦθος. ἂν δ ὑπὲρ μειζόνων , καὶ πάθει καὶ σχήματι καὶ τόνῳ φωνῆς ὁ λόγος ἀξιόπιστος ἔστω καὶ κινητικός ὁ δὲ καιρὸς ἐν παντὶ μὲν παρεθεὶς μεγάλα βλάπτει, μάλιστα δὲ τῆς παρρησίας διαφθείρει τὸ χρήσιμον. ὅτι μὲν οὖν ἐν οἴνῳ καὶ μέθῃ τὸ τοιοῦτο φυλακτέον, εὔδηλόν ἐστιν.
"λύοντι τὸ τῶν δυσφόρων σκύνιον μεριμνᾶν" κατὰ Πίνδαρον.
ἔχει δὲ καὶ κίνδυνον ἡ ἀκαιρία μέγαν.
ἀκροσφαλεῖς γάρ εἰσιν αἱ ψυχαὶ πρὸς· ὀργὴν διὰ τὸν οἶνον, καὶ πολλάκις ἡ μέθη παραλαβοῦσα τὴν παρρησίαν ἔχθραν ἐποίησε. καὶ ὅλως οὐκ ἔστι γενναῖον οὐδὲ θαρραλέον ἀλλ ἄνανδρον ἐν τῷ νήφειν ἀπαρρησιάστου τὸ παρρησιάζεσθαι παρὰ τράπεζαν ὥσπερ οἱ δειλοὶ κύνες. οὐδὲν οὖν δεῖ περὶ τούτων λέγοντα μηκύνειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기