- 텍스트

Plutarch, Quomodo adulator ab amico internoscatur, chapter, section 23

(플루타르코스, Quomodo adulator ab amico internoscatur, chapter, section 23)

εὐχερείᾳ γνοίη τις ἂν τὴν φύσιν, ἀλλὰ μᾶλλον ἐν τῷ καλῷ τῆς χρείας ἢ αἰσχρῷ καὶ διαφέροντι πρὸς ἡδονὴν ἢ ὠφέλειαν.? ὁ μὲν γὰρ φίλος οὐχ, ὥσπερ ἀπεφαίνετο Γοργίας, αὑτῷ μὲν ἀξιώσει τὰ δίκαια τὸν φίλον ὑπουργεῖν, ἐκείνῳ δ αὐτὸς ὑπηρετήσει πολλὰ καὶ τῶν μὴ δικαίων:

συσσωφρονεῖν γάρ , οὐχὶ συννοσεῖν ἔφυ.

τουτέστι καὶ φίλῳ καὶ μὴ,φίλῳ. : συνεργεῖν γὰρ δεῖ τῷ φίλῳ μὴ συμπανουργεῖν· καὶ συμβουλεύειν μὴ συνεπιβουλεύειν·

καὶ συμμαρτυρεῖν: μὴ συνεξαπατᾶν, καὶ συνατυχεῖν νὴ Δία συναδικεῖν. οὐδὲ γὰρ:

τὸ συνειδέναι τοῖς φίλοις τὰ αἰσχρά, πόθεν γε: δὴ τὸ συμπράττειν καὶ συνασχημονεῖν αἱρετόν ἐστιν· ὥσπερ οὖν Λακεδαιμόνιοι μάχῃ κρατηθέντες ὑπ Ἀντιπάτρου καὶ ποιούμενοι διαλύσεις ἠξίουν ὅ τι βούλεται ζημιῶδες, αἰσχρὸν δὲ μηδὲν ἐπιτάττειν αὐτοῖς, οὕτως ὁ φίλος, ἄν τις ἢ δαπάνην ἢ κίνδυνον ἢ πόνον ἔχουσα χρεία καταλαμβάνῃ, πρῶτος ἀξιῶν καλεῖσθαι καὶ μετέχειν ἀπροφασίστως καὶ προθύμως, ὅπου δὲ πρόσεστιν αἰσχύνη, μόνον ἐᾶν καὶ φείδεσθαι παραιτούμενος.

τοὐναντίον ἐν μὲν ταῖς ἐπιπόνοις καὶ κινδυνώδεσιν ὑπουργίαις ἀπαγορεύει, κἂν διαπειρώμενος κρούσῃς, σαθρὸν ἔκ τινος προφάσεως ὑπηχεῖ καὶ ἀγεννές:

ἐν δὲ ταῖς αἰσχραῖς καὶ ταπειναῖς καὶ ἀδόξοις διακονίαις ἀπόχρησαι πάτησον, οὐδὲν ἡγεῖται δεινὸν οὐδ ὑβριστικόν.

ὁρᾷς τὸν πίθηκον· οὐ δύναται τὴν οἰκίαν φυλάττειν ὡς ὁ κύων, οὐδὲ βαστάζειν ὡς ὁ ἵππος, οὐδ ἀροῦν τὴν γῆν ὡς οἱ βόες:

ὕβριν οὖν φέρει καὶ βωμολοχίαν καὶ παιδιὰς ἀνέχεται, γέλωτος ὄργανον ἐμπαρέχων ἑαυτόν.

οὕτω δὴ καὶ ὁ κόλαξ οὐ συνειπεῖν οὐ συνεισενεγκεῖν οὐ συναγωνίσασθαι δυνάμενος, πόνου τε καὶ σπουδῆς ἁπάσης ἀπολειπόμενος, ἐν ταῖς ὑπὸ μάλης πράξεσιν ἀπροφάσιστός ἐστι, καὶ πιστὸς ἔρωτος ὑπηρέτης καὶ περὶ λύσιν πόρνης ἀκριβὴς: καὶ πότου δαπάνης ἐκκαθῆραι λογισμὸν οὐκ ἀμελής, οὐδὲ ῥᾴθυμος ἐν δείπνων παρασκευαῖς, θεραπευτικὸς δὲ παλλακίδων, πρὸς δὲ κηδεστὰς ἀποθρασύνεσθαι κελευσθεὶς καὶ συνεκβαλεῖν γαμετὴν ἄτεγκτος καὶ ἀδυσώπητος.

ὥστε μηδὲ ταύτῃ δυσφώρατον εἶναι τὸν ἄνδρα:

γὰρ ὅ τι βούλει τῶν ἀδόξων καὶ μὴ καλῶν ἕτοιμος ἀφειδεῖν ἑαυτοῦ, τῷ προστάττοντι χαριζόμενος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION