- 텍스트

Plutarch, Quomodo adulator ab amico internoscatur, chapter, section 16

(플루타르코스, Quomodo adulator ab amico internoscatur, chapter, section 16)

καὶ ζῳγράφον καὶ αὐλητὴν ἀποφαίνουσι καὶ ποδώκη καὶ ῥωμαλέον, ὑποπίπτοντες ἐν τῷ παλαίειν καὶ ἀπολειπόμενοι θεόντων, ὥσπερ Κρίσων ὁ Ἱμεραῖος ἀπελείφθη διαθέων πρὸς Ἀλέξανδρον, ὁ δ αἰσθόμενος ἠγανάκτησε.? Καρνεάδης δ ἔλεγε ὅτι πλουσίων καὶ βασιλέων παῖδες ἱππεύειν μόνον, ἄλλο δ οὐδὲν εὖ καὶ καλῶς μανθάνουσι·

καὶ ὁ προσπαλαίων ὑποκατακλινόμενος, ὁ δ ἵππος, οὐκ εἰδὼς οὐδὲ φροντίζων ὅστις ἰδιώτης ἢ ἄρχων ἢ πλούσιος ἢ πένης, ἐκτραχηλίζει τοὺς μὴ δυναμένους ὀχεῖσθαι.

"εἰ τὸν ἀγρὸν ἔμελλεν ἐγκωμιάζων εὔφορον ποιεῖν καὶ εὔκαρπον, εἶτ οὐκ ἂν ἁμαρτάνειν ἐδόκει τοῦτο μὴ ποιῶν μᾶλλον ἢ σκάπτων καὶ πράγματα ἔχων·

.

ἄνθρωπον δὲ τυφοῦσι καὶ ἀπολλύουσιν οἱ ψευδῶς καὶ παρ ἀξίαν ἐπαινοῦντες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION