- 텍스트

Plutarch, Quomodo adulator ab amico internoscatur, chapter, section 14

(플루타르코스, Quomodo adulator ab amico internoscatur, chapter, section 14)

ἕτεροι τοίνυν, ὥσπερ οἱ ζῳγράφοι τὰ φωτεινὰ καὶ λαμπρὰ τοῖς σκιεροῖς καὶ σκοτεινοῖς ἐπιτείνουσιν ἐγγὺς παρατιθεμένοις, οὕτω τῷ ψέγειν τἀναντία καὶ λοιδορεῖν ἢ διασύρειν καὶ καταγελᾶν λανθάνουσι τὰ προσόντα κακὰ τοῖς κολακευομένοις ἐπαινοῦντες καὶ τρέφοντες.? αἰσχρῶν καὶ πονηρῶν αὐτάρκειάν τε καὶ δικαιοσύνην ὡς ἀτολμίαν καὶ ἀρρωστίαν πρὸς τὸ πράττειν:

ὅταν δὲ ῥᾳθύμοις σχολασταῖς καὶ τὰ μέσα φεύγουσι τῶν πόλεων ὁμιλῶσιν, οὐκ αἰσχύνονται πολιτείαν μὲν ἀλλοτριοπραγίαν ἐπίπονον, φιλοτιμίαν δὲ κενοδοξίαν ἄκαρπον ὀνομάζοντες.

ἤδη δὲ καὶ ῥήτορος ἔστιν ὅτε κολακεία διασύρει φιλόσοφον, καὶ παρὰ γυναιξὶν ἀκολάστοις εὐδοκιμοῦσιν οἱ τὰς μονολεχεῖς καὶ φιλάνδρους ἀναφροδίτους καὶ ἀγροίκους ἀποκαλοῦντες. ὑπερβάλλει δὲ μοχθηρίᾳ τὸ μηδ ἑαυτῶν ἀπέχεσθαι τοὺς κόλακας.

ὡς γὰρ οἱ παλαισταὶ τὸ σῶμα ποιοῦσι ταπεινόν, ὅπως ἑτέρους καταβάλωσιν , οὕτω τῷ ψέγειν ἑαυτοὺς εἰς τὸ θαυμάζειν τοὺς πλησίον ὑπορρέουσιν. "οὐδέν ἐστι δεινόν, οὐδὲν πονηρόν, ἀλλ ἴδιος ἄνθρωπος, πάντα πράως φέρει, πάντ ἀλύπως.

ἂν δ ᾖ τις οἰόμενος πολὺν ἔχειν νοῦν καὶ βουλόμενος αὐστηρὸς εἶναι καὶ αὐθέκαστος ὑπὸ δή τινος ὀρθότητος ἀεὶ προβάλληται τὸ Τυδείδη, μήτ ἄρ με μάλ αἴνεε μήτε τι νείκει, οὐ ταύτῃ πρόσεισιν ὁ τεχνίτης κόλαξ, ἀλλ ἔστι τις ἑτέρα μηχανὴ πρὸς τὸν τοιοῦτον.

ἣκει γὰρ αὐτῷ περὶ πραγμάτων ἰδίων ὡς δὴ φρονήσει περισσοτέρῳ συμβουλευσόμενος, καί φησι μᾶλλον μὲν ἑτέρους ἔχειν συνήθεις, ἐνοχλεῖν δ ἀναγκαίως ἐκείνῳ:

"γὰρ καταφύγωμεν οἱ γνώμης δεόμενοι, τίνι δὲ πιστεύσωμεν· εἶτ ἀκούσας ὅ τι ἂν εἴπῃ , χρησμὸν εἰληφέναι φήσας οὐ γνώμην ἄπεισιν. ἂν δὲ καὶ λόγων τινὸς ἐμπειρίας ὁρᾷ μεταποιούμενον, ἔδωκέ τι τῶν αὑτῷ γεγραμμένων, ἀναγνῶναι καὶ διορθῶσαι κελεύσας.

Μιθριδάτῃ δὲ τῷ βασιλεῖ φιλιατροῦντι καὶ τεμεῖν ἔνιοι καὶ καῦσαι παρέσχον αὑτοὺς τῶν ἑταίρων, ἔργῳ κολακεύοντες οὐ λόγῳ:

μαρτυρεῖσθαι γὰρ ἐμπειρίαν ἐδόκει πιστευόμενος ὑπ αὐτῶν.

ἀτόπους ἐκτάττοντα συμβουλίας καὶ ὑποθήκας, καὶ διορθώσεις ποιούμενον ἀλόγους.

πάντα καὶ βοῶν παρ ἕκαστον ὡς εὖ καὶ καλῶς, γίγνεται καταφανὴς σύνθημ ἐρωτῶν, ἄλλο μαστεύων χρέος, ἐπαινέσαι καὶ συνεπιτυφῶσαι βουλόμενος ἔτι τοίνυν ὥσπερ ἔνιοι τὴν ζῳγραφίαν σιωπῶσαν ἀπεφήναντο ποιητικήν, οὕτως ἔστι τις κολακείας σιωπώσης ἔπαινος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION