호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν δὲ φιλοτίμων ὁ κόλαξ τὰ ὦτα κατέχων τοῖς ἐπαίνοις καὶ προσπεφυκὼς δυσαπότριπτός ἐστιν.? ὅθεν ἐνταῦθα δεῖ μάλιστα τὴν κρίσιν ἔχειν ἐγρηγορυῖαν καὶ παραφυλάττουσαν πότερον τοῦ πράγματος ἢ τοῦ ἀνδρὸς 5 ἔπαινός ἐστιν. ἔστι δὲ τοῦ πράγματος , ἂν ἀπόντας μᾶλλον ἢ παρόντας ἐπαινῶσιν, ἂν καὶ αὐτοὶ ταὐτὰ βουλόμενοι καὶ ζηλοῦντες μὴ μόνους ἡμᾶς ἀλλὰ πάντας ἐπὶ τοῖς ὁμοίοις ἐπαινῶσιν, ἂν μὴ νῦν μὲν ταῦτα νῦν δὲ τἀναντία πράττοντες καὶ λέγοντες φαίνωνται:
τὸ δὲ μέγιστον, ἂν αὐτοὶ γιγνώσκωμεν ἑαυτοὺς μὴ μεταμελομένους ἐφ οἷς ἐπαινούμεθα μηδ αἰσχυνομένους μηδὲ μᾶλλον ἡμῖν τἀναντία τούτων πεπρᾶχθαι καὶ λελέχθαι βουλομένους·
.
ἡ γὰρ οἴκοθεν κρίσις ἀντιμαρτυροῦσα καὶ μὴ προσδεχομένη τὸν ἔπαινον ἀπαθής ἐστι καὶ ἄθικτος καὶ ὑπὸ τοῦ κολακεύοντος ἀνάλωτος. ἀλλ οὐκ οἶδ ὅπως:
οἱ πολλοὶ τὰς μὲν ἐπὶ τοῖς ἀτυχήμασι παρηγορίας οὐχ ὑπομένουσιν, ἀλλὰ μᾶλλον ὑπὸ τῶν συνεπιθρηνούντων ἄγονται καὶ συνοδυρομένων ὅταν δ ἁμαρτάνωσι καὶ πλημμελῶσιν, ὁ μὲν ἐλέγχῳ καὶ ψόγῳ δηγμὸν ἐμποιῶν καὶ μετάνοιαν ἐχθρὸς δοκεῖ καὶ κατήγορος, τὸν δ ἐπαινοῦντα καὶ κατευλογοῦντα τὰ πεπραγμένα ἀσπάζονται καὶ νομίζουσιν εὔνουν καὶ φίλον.
οὖν ἢ πρᾶξιν ἢ λόγον ἢ σπουδάσαντος ὁτιοῦν ἢ σκώψαντος εὐχερῶς ἐπαινοῦσι καὶ συνεπικροτοῦσιν, εἰς τὸ παρὸν εἰσιν οὗτοι καὶ τὰ ὑπὸ χεῖρα βλαβεροὶ μόνον:
ὅσοι δὲ πρὸς τὸ ἦθος ἐξικνοῦνται τοῖς ἐπαίνοις καὶ νὴ Δία τοῦ τρόπου τῇ κολακείᾳ θιγγάνουσι, ταὐτὸ ποιοῦσι τῶν οἰκετῶν τοῖς μὴ ἀπὸ τοῦ σωροῦ κλέπτουσιν ἀλλ ἀπὸ τοῦ σπέρματος σπέρμα γὰρ τῶν πράξεων οὖσαν τὴν διάθεσιν καὶ τὸ ἦθος ἀρχὴν καὶ πηγὴν τοῦ βίου διαστρέφουσι, τὰ τῆς ἀρετῆς ὀνόματα τῇ κακίᾳ περιτιθέντες.
"τὴν εἰωθυῖαν ἀξίωσιν τῶν ὀνομάτων ἐς τὰ ἔργα ἀντήλλαξαν τῇ δικαιώσει.
τὸν εὐτελῆ καὶ ταπεινόν.
ὥς που καὶ Πλάτων φησὶ τὸν ἐραστὴν κόλακα τῶν ἐρωμένων ὄντα τὸν μὲν σιμὸν καλεῖν ἐπίχαριν, τὸν δὲ γρυπὸν βασιλικόν, μέλανας δ ἀνδρικούς, λευκοὺς δὲ θεῶν παῖδας: τὸ δὲ μελίχρουν ὅλως ἐραστοῦ ποίημα εἶναι ὑποκοριζομένου καὶ εὐκόλως φέροντος τὴν ὠχρότητα.
καίτοι καλὸς μὲν εἶναι πεισθεὶς ὁ αἰσχρὸς ἢ μέγας ὁ μικρὸς οὔτε χρόνον πολὺν τῇ ἀπάτῃ σύνεστι καὶ βλάπτεται βλάβην ἐλαφρὰν καὶ οὐκ ἀνήκεστον. καὶ τυμπάνων ἐγχαράξεις εὐσέβειαν ὀνομάζων καὶ θεῶν λατρείαν, οὗτος τὰ Ῥωμαίων ἤθη τηνικαῦτα παρ οὐδὲν ἦλθεν ἀνατρέψαι καὶ ἀνελεῖν, τὰς Ἀντωνίου τρυφὰς καὶ ἀκολασίας καὶ πανηγυρισμοὺς ἱλαρὰ πράγματα καὶ φιλάνθρωπα χρωμένης ἀφθόνως αὐτῷ δυνάμεως καὶ τύχης ὑποκοριζόμενος Πτολεμαίῳ δὲ τί περιῆψεν ἄλλο φορβειὰν καὶ αὐλούς, τί δὲ Νέρωνι τραγικὴν ἐπήξατο σκηνὴν καὶ προσωπεῖα:
καὶ κοθόρνους περιέθηκεν·
οὐχ ὁ τῶν κολακευόντων ἔπαινος· οὐκ Ἀπόλλωνες μὲν ἂν μινυρίσωσι, Διόνυσοι δ ἂν μεθυσθῶσιν, Ἡρακλεῖς δ ἂν παλαίσωσι προσαγορευόμενοι καὶ χαίροντες εἰς ἅπασαν αἰσχύνην ὑπὸ τῆς κολακείας ἐξάγονται·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기