호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰς δὲ τοῦ κόλακος ὥσπερ πολύποδος τροπὰς ῥᾷστα φωράσειεν ἄν τις αὐτὸς ἐπὶ πολλὰ δοκῶν τρέπεσθαι, καὶ ψέγων μὲν ὃν ἐπῄνει πρότερον βίον, οἷς δ ἤχθετο πράγμασιν ἢ διαίταις ἢ λόγοις ὡς ἀρέσκοντας ἐξαίφνης·? προσιέμενος.
ὄψεται γὰρ αὐτὸν οὐδαμοῦ βέβαιον οὐδ ἴδιον οὐδ οἰκείῳ πάθει φιλοῦντα καὶ μισοῦντα καὶ χαίροντα καὶ λυπούμενον, ἀλλὰ δίκην κατόπτρου παθῶν ὀθνείων καὶ βίων καὶ κινημάτων εἰκόνας ἀναδεχόμενον. "βραδέως πεφώρακας τὸν ἄνθρωπον:
ἂν. δ αὖ πάλιν ἐπαινῇς μεταβαλόμενος, νὴ Δία φήσει συνήδεσθαι καὶ χάριν ἔχειν αὐτὸς ὑπὲρ τοῦ ἀνθρώπου καὶ πιστεύειν. "ἄξια σαυτοῦ φρονεῖς:
εὐθὺς οὖν λέγειν χρὴ πρὸς τὸν τοιοῦτον ἀλλοῖός· μοι , ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν οὐ δέομαι φίλου συμμεθισταμένου καὶ συνεπινεύοντος γὰρ σκιὰ ταῦτα ποιεῖ μᾶλλον, ἀλλὰ συναληθεύοντος καὶ συνεπικρίνοντος· .
εἷς μὲν οὖν τῶν ἐλέγχων τρόπος τοιοῦτός ἐστιν:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기