- 텍스트

Plutarch, Quomodo adolescens poetas audire debeat, chapter, section 4

(플루타르코스, Quomodo adolescens poetas audire debeat, chapter, section 4)

ἐν δὲ τούτοις εὖ μάλα προσεκτέον εἴ τινας ὁ ποιητὴς αὐτὸς ἐμφάσεις δίδωσι κατὰ τῶν λεγομένων ὡς δυσχεραινομένων ὑπ αὐτοῦ.? καθάπερ ὁ Μένανδρος ἐν τῷ προλόγῳ τῆς Θαϊ´δος· πεποίηκεν ἐμοὶ μὲν οὖν ἀείδε τοιαύτην, θεά, θρασεῖαν ὡραίαν δὲ καὶ πιθανὴν ἅμα, ἀδικοῦσαν ἀποκλείουσαν αἰτοῦσαν πυκνά, μηδενὸς ἐρῶσαν, προσποιουμένην δ ἀεί ἄριστα δ Ὅμηρος τῷ γένει τούτῳ κέχρηται:

καὶ γὰρ προδιαβάλλει τὰ φαῦλα καὶ προσυνίστησι τὰ χρηστὰ τῶν λεγομένων:

προσυνίστησι μὲν οὕτως αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον καὶ τόνδ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς ἐν δὲ τῷ προδιαβάλλειν μονονοὺ μαρτύρεται καὶ διαγορεύει μήτε χρῆσθαι μήτε προσέχειν ὡς οὖσιν ἀτόποις καὶ φαύλοις. οἱο῀ν τὸν τ Ἀγαμέμνονα μέλλων διηγεῖσθαι τῷ ἱερεῖ χρώμενον ἀπηνῶς·

ἀλλ οὐκ Ἀτρεϊ´δῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, ἀλλὰ κακῶς ἀφίει, τουτέστιν ἀγρίως καὶ αὐθάδως καὶ παρὰ τὸ προσῆκον:

τῷ, τ᾿ Ἀχιλλεῖ τοὺς θρασεῖς λόγους περιτίθησιν οἰνοβαρές, κυνὸς ὄμματ ἔχων, κραδίην δ ἐλάφοιο τὴν αὑτοῦ κρίσιν ὑπειπὼν Πηλεϊ´δης δ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν Ἀτρεϊ´δην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο καλὸν γὰρ εἰκὸς οὐδὲν εἶναι μετ ὀργῆς καὶ αὐστηρῶς λεγόμενον.

ὁμοίως καὶ ἐπὶ τῶν πράξεων ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα, πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας εὖ δὲ καὶ ταῖς ἐπιρρήσεσι χρῆται, καθάπερ τινὰ ψῆφον ἰδίαν ἐπιφέρων τοῖς:

πραττομένοις ἢ λεγομένοις, ἐπὶ μὲν τῆς μοιχείας τοῦ Ἄρεος τοὺς θεοὺς ποιῶν λέγοντας οὐκ ἀρετᾷ κακὰ ἔργα:

ὣς φάτ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν αὗται μὲν οὖν αἱ τῶν λόγων ἀποφάσεις καὶ δόξαι παντός εἰσι κατιδεῖν τοῦ προσέχοντος:

ἑτέρας:

νῦν λεγομέναις παραβιαζόμενοι καὶ διαστρέφοντες ἔνιοι μοιχευομένην φασὶν Ἀφροδίτην ὑπ Ἄρεος μηνύειν Ἥλιον, ὅτι τῷ τῆς Ἀφροδίτης ἀστέρι συνελθὼν ὁ τοῦ Ἄρεος μοιχικὰς ἀποτελεῖ γενέσεις, Ἡλίου δ ἐπαναφερομένου καὶ καταλαμβάνοντος οὐ λανθάνουσιν.

τὸν δὲ τῆς Ἥρας καλλωπισμὸν ἐπὶ τὸν Δία καὶ τὰς περὶ τὸν κεστὸν γοητείας ἀέρος τινὰ κάθαρσιν εἶναι βούλονται τῷ πυρώδει πλησιάζοντος, ὥσπερ οὐκ αὐτοῦ τὰς λύσεις τοῦ ποιητοῦ διδόντος.

εἵματά τ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐνάς .

διὸ καὶ τὸν Ὀδυσσέα τῷ κιθαρῳδῷ προστάττοντα πεποίηκεν ἀλλ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἀείσον, καλῶς ὑφηγούμενος τὸ παρὰ τῶν φρονίμων καὶ νοῦν ἐχόντων χρῆναι λαμβάνειν τοὺς μουσικοὺς καὶ ποιητικοὺς τὰς ὑποθέσεις. ἐν δὲ τοῖς·

ἄριστα τὴν ἀπὸ φαρμάκων καὶ γοητείας καὶ μετὰ δόλου πρὸς τοὺς ἄνδρας ὁμιλίαν καὶ χάριν ἔδειξεν οὐ μόνον ἐφήμερον καὶ ἁψίκορον καὶ ἀβέβαιον οὖσαν, ἀλλὰ καὶ μεταβάλλουσαν εἰς ἔχθραν καὶ ὀργήν, ὅταν τὰ τῆς ἡδονῆς ἀπομαρανθῇ.

ὁ Ζεὺς ἀπειλεῖ καὶ λέγει πρὸς αὐτὴν ὄφρα ἴδῃς ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή, ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καὶ μ ἀπάτησας ἡ γὰρ τῶν φαύλων διάθεσις ἔργων καὶ μίμησις ἂν προσαποδῷ τὴν συμβαίνουσαν αἰσχύνην καὶ βλάβην τοῖς ἐργασαμένοις, ὠφέλησεν οὐκ ἔβλαψε τὸν ἀκροώμενον.

οἱ γοῦν φιλόσοφοι παραδείγμασι χρῶνται, νουθετοῦντες καὶ παιδεύοντες ἐξ ὑποκειμένων οἱ δὲ ποιηταὶ ταὐτὰ ποιοῦσι πλάττοντες αὐτοὶ πράγματα καὶ μυθολογοῦντες.

ὁ μὲν οὖν Μελάνθιος εἴτε παίζων εἴτε σπουδάζων ἔλεγε διασῴζεσθαι τὴν Ἀθηναίων πόλιν ὑπὸ τῆς τῶν ῥητόρων διχοστασίας καὶ ταραχῆς οὐ γὰρ ἀποκλίνειν ἅπαντας εἰς τὸν αὐτὸν τοῖχον, ἀλλὰ γίγνεσθαί τινα τοῦ βλάπτοντος ἀνθολκὴν·

ἐν τῇ διαφορᾆ τῶν πολιτευομένων.

αἱ δὲ τῶν ποιητῶν ὑπεναντιώσεις πρὸς αὑτοὺς ἀνταναφέρουσαι τὴν πίστιν οὐκ ἐῶσιν ἰσχυρὰν ῥοπὴν γενέσθαι πρὸς τὸ βλάπτον. πόλλ, ὦ τέκνον, σφάλλουσιν ἀνθρώπους θεοἲ.

τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς καὶ πάλιν χρυσοῦ σε πλήθει, τούσδε δ οὐ χαίρειν χρεών σκαιὸν τὸ πλουτεῖν κἄλλο μηδὲν εἰδέναι καὶ τί δῆτα θύειν δεῖ σε κατθανούμενον ἄμεινον: οὐδεὶς κάματος εὐσεβεῖν θεούς.

τὰ γὰρ τοιαῦτα τὰς λύσεις ἔχει προδήλους, ἄν, ὥσπερ εἴρηται, πρὸς τὰ βελτίονα τῇ κρίσει τοὺς νέους κατευθύνωμεν. εὐθὺς δ οὐ λέλυται, ταῦτα δεῖ τοῖς ἀλλαχόθι πρὸς τοὐναντίον εἰρημένοις ὑπ αὐτῶν ἀνταναιρεῖν, μὴ ἀχθομένους τῷ ποιητῇ μηδὲ χαλεπαίνοντας ἀλλ ἐν ἤθει καὶ μετὰ παιδιᾶς δεχομένους.

καὶ τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα καί ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι·

ζώειν ἀχνυμένοις:

αὐτοὶ δὲ τ ἀκηδέες εἰσὶν αὗται γάρ εἰσιν ὑγιαίνουσαι περὶ θεῶν δόξαι καὶ ἀληθεῖς, ἐκεῖνα δὲ πέπλασται πρὸς ἔκπληξιν ἀνθρώπων πων. οὐ χεῖρόν ἐστιν ὑπενεγκεῖν τὸ εἰ θεοί τι δρῶσι φαῦλον, οὔκ εἰσιν θεοί , βέλτιον εἰρημένον ὑπ αὐτοῦ.

καὶ μὴν σοῦ γ ἀκηκόαμεν ὡς οὐκ ἐξάγουσι καρπὸν οἱ ψευδεῖς λόγοι πρὸς δ ἐκεῖνα τὰ περὶ τοῦ πλούτου δεινὸς γὰρ ἑρ´πειν πλοῦτος ἔς τε τἄβατα καὶ πρὸς τὰ βατὰ κἄπωθεν ὤν:

οὐδ ἐντυχὼν δύναιτ ἂν ὧν ἐρᾷ τυχεῖν.

καὶ γὰρ δυσειδὲς σῶμα καὶ δυσώνυμον γλώσσῃ σοφὸν τίθησιν εὔμορφὸν τ ἰδεῖν ἀντιπαραθήσει πολλὰ τῶν Σοφοκλέους, ὧν καὶ ταῦτ ἐστὶ γένοιτο κἂν ἄπλουτος ἐν τιμαῖς ἀνήρ οὐδὲν κακίων πτωχός, εἰ καλῶς φρονεῖ καί ἀλλὰ τῶν πολλῶν καλῶν χαι τίς χάρις, εἰ κακόβουλος φροντὶς ἐκτρέφει τὸν εὐαίωνα πλοῦτον· ὄνειδος αἰσχρὸς βίος ὅμως κἂν ἡδὺς ᾖ ταῦτα γὰρ ἐκείνοις μέν ἐστιν ὑπεναντία, βελτίω δὲ καὶ χρησιμώτερα.

δυεῖν οὖν θάτερον ἡ τοιαύτη τῶν ἐναντίων ποιήσει παράθεσις καὶ κατανόησις, ἢ παράξει πρὸς τὸ βέλτιον ἢ καὶ τοῦ χείρονος ἀποστήσει τὴν πίστιν.

ἂν δ αὐτοὶ μὴ διδῶσι τῶν ἀτόπως εἰρημένων λύσεις, οὐ χεῖρόν ἐστιν ἑτέρων ἐνδόξων ἀποφάσεις ἀντιτάττοντας ὥσπερ ἐπὶ ζυγοῦ ῥέπειν πρὸς τὸ βέλτιον.

οἱο῀ν τοῦ Ἀλέξιδος κινοῦντος ἐνίους ὅταν λέγῃ τὰς ἡδονὰς δεῖ συλλέγειν τὸν σώφρονα. τὴν ὡς ἀληθῶς συντελοῦσαν τῷ βίῳ, τὸ φαγεῖν τὸ πιεῖν τὸ τῆς Ἀφροδίτης τυγχάνειν τὰ δ ἄλλα προσθήκας ἅπαντα χρὴ καλεῖν , ὑπομνηστέον ὅτι Σωκράτης τοὐναντίον ἔλεγε, τοὺς μὲν φαύλους ζῆν τοῦ ἐσθίειν καὶ πίνειν ἕνεκα, τοὺς δ ἀγαθοὺς ἐσθίειν καὶ πίνειν ἕνεκα τοῦ ζῆν.

πρὸς· δὲ τὸν γράψαντα ποτὶ τὸν πονηρὸν οὐκ ἄχρηστον ὅπλον ἁ πονηρία, τρόπον τινὰ συνεξομοιοῦσθαι κελεύοντα τοῖς πονηροῖς, τὸ τοῦ Διογένους παραβαλεῖν ἔστιν:

δεῖ δὲ τῷ Διογένει καὶ πρὸς τὸν Σοφοκλέα χρήσασθαι:

πολλὰς γὰρ ἀνθρώπων μυριάδας ἐμπέπληκεν ἀθυμίας περὶ τῶν μυστηρίων ταῦτα γράψας ὡς τρισόλβιοι κεῖνοι βροτῶν, οἳ ταῦτα δερχθέντες τέλη μόλωσ1 ἐς Αἵδου: :

"τί λέγεις· ἔφη. "κρείττονα μοῖραν ἕξει Παταικίων ὁ κλέπτης ἀποθανὼν ἢ Ἐπαμεινώνδας ὅτι γὰρ μόνοις ἐκεῖὄτι μεμύηται· "τοιαύτη σοι θυγάτηρ γένοιτο.

"πῶς οὖν σὺ πένης ὢν φλυαρεῖς τοσαῦτα καὶ καταδολεσχεῖς ἡμῶν·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION