호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διὰ τί ἄμπελος οἴνῳ ῥαινομένη, μάλιστα τῷ ἐξ αὑτῆς, ἀναξηραίνεται·? πότερον, ὥσπερ ἐν τοῖς πολυπόταις γίνεται φαλάκρωσις, ὑπὸ θερμότητος τοῦ οἴνου τὸ ὑγρὸν ἐξατμίζοντος: "οἶνον ὑπὸ φλοιοῦ πέλεσθαι σαπὲν ἐν ξύλῳ ὕδωρ:
ὅταν οὖν ἔξωθεν οἴνῳ βρέχηται, γίγνεται πῦρ ἐπὶ πῦρ τῇ ἀμπέλῳ καὶ τοῦ τρέφοντος δύναμιν ἐξίστησιν ἡ κρᾶσις: ἢ στυπτικὴν φύσιν ἔχων ὁ ἄκρατος ἐνδύεται ταῖς ῥίζαις, καὶ τοὺς πόρους συναγαγὼν καὶ πυκνώσας οὐ διίησι τὸ ὕδωρ εἰς τὸ φυτόν, ᾧ εὐθαλεῖν καὶ βλαστάνειν πέφυκεν ἢ καὶ τοῦτο μᾶλλον εἰκὸς εἶναι τῇ ἀμπέλῳ παρὰ φύσιν, τὸ ἐξ αὐτῆς ἀπιὸν εἰς αὐτὴν ἐπανιὸν πάλιν δέχεσθαι·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기