- 텍스트

Plutarch, Quaestiones Naturales, chapter 19

(플루타르코스, Quaestiones Naturales, chapter 19)

διὰ τί τὴν χρόαν ὁ πολύπους ἐξαλλάττει·? πότερον, ὡς Θεόφραστος ᾤετο, δειλόν ἐστι φύσει ζῷον ὅταν οὖν ταραχθῇ τρεπόμενον τῷ πνεύματι, συμμεταβάλλει τὸ χρῶμα καθάπερ ἄνθρωπος: διὸ καὶ λέλεκται τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρώς:

ἢ τοῦτο πρὸς τὴν μεταβολὴν πιθανῶς λέλεκται πρὸς δὲ τὴν ἐξομοίωσιν οὐχ ἱκανῶς· οὕτως, ὥστε τὴν χρόαν αἷς ἂν πλησιάζῃ πέτραις ὁμοιοῦν:

πρὸς ὃ καὶ Πίνδαρος ἐποίησε ποντίου θηρὸς χρωτὶ μάλιστα νόον προσφέρων πάσαις πολίεσσιν ὁμίλει καὶ Θέογνις πουλύποδος νόον ἴσχε πολυχρόου, ὃς ποτὶ πέτρῃ, τῇ προσομιλήσῃ, τοῖος:

ἰδεῖν ἐφάνη.

τοῦτο δὴ καὶ τοὺς πανουργίᾳ καὶ δεινότητι ὑπερφέροντας ἔχειν τὸ ἐπιτήδευμα λέγουσιν, ὡς ὑπὲρ τοῦ λαθεῖν καὶ διαφυγεῖν τοὺς πλησίον ἑαυτοὺς ἀεὶ ἀπεικάζειν πολύποδι. νομίζουσι χρῆσθαι, ῥᾳδίως οὕτως ᾗ βούλεται μετενδυόμενον·

ἆρ οὖν τὴν μὲν ἀρχὴν αὐτὸς ἐνδίδωσι τοῦ πάθους δείσας, τὰ δὲ κύρια τῆς αἰτίας ἐν ἄλλοις ἐστί·

σκόπει δή, κατ Ἐμπεδοκλέα γνοὺς ὅτι πάντων εἰσὶν ἀπορροαὶ ὅσς ἐγένοντο: οὐ γὰρ ζῴων μόνον οὐδὲ φυτῶν οὐδὲ γῆς καὶ θαλάττης, ἀλλὰ καὶ λίθων ἄπεισιν ἐνδελεχῶς πολλὰ ῥεύματα καὶ χαλκοῦ καὶ σιδήρου:

καὶ γὰρ φθείρεται πάντα καὶ ὄδωδε τῷ ῥεῖν ἀεί τι καὶ φέρεσθαι συνεχῶς: καὶ γὰρ ἕλξεις ἢ ἐπιπηδήσεις ποιοῦσι ταῖς ἀπορροαῖς, οἱ μὲν ἐμπλοκὰς αὐτῶν οἱ δὲ πληγὰς οἱ δ ὤσεις τινὰς καὶ περιελάσεις ὑποτιθέμενοι. καὶ ψηχομένων ὑπὸ τῆς θαλάττης, ἀπιέναι μέρη καὶ θραύσματα πολλὰ καὶ λεπτὰ εἰκὸς συνεχῶς, ἃ τοῖς χρώμασιν ἀλλήλων διαφέροντα τοῖς μὲν ἄλλοις οὐ προσίσχεται σώμασιν ἀλλὰ λανθάνει περιολισθάνοντα τῶν πυκνοτέρους ἐχόντων πόρους ἢ διεκθέοντα τῶν μανοτέρους.

ὁ δὲ πολύπους τήν τε σάρκα προσιδεῖν αὐτόθεν ἀνθρηνιώδης καὶ πολύπορος καὶ δεκτικὸς ἀπορροῶν ἐστιν:

ὅταν δὲ δείσῃ, τῷ πνεύματι τρεπόμενος καὶ τρέπων οἱο῀ν ἔσφιγξε τὸ σῶμα καὶ συνήγαγεν, ὥστε προσδέχεσθαι καὶ στέγειν ἐπιπολῆς τὰς τῶν ἐγγὺς ἀπορροάς: τοῖς ἐπιφερομένοις μέρεσι μὴ σκεδαννυμένοις ἀλλ ἀθροιζομένοις καὶ προσμένουσι, σύγχρουν ἀπεργάζεται τὴν ἐπιφάνειαν τοῖς ἐγγύτατ οὖσιν.

τεκμήριον δὲ τῆς αἰτίας μέγα τὸ μήτε τοῦτον πᾶσιν ἐξομοιοῦσθαι τοῖς πλησίον μήτε τὸν χαμαιλέοντα τοῖς λευκοῖς χρώμασιν, ἀλλὰ μόνοις ἑκάτερον, ὧν ταῖς ἀπορροαῖς πόρους συμμέτρους ἔχουσιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION