- 텍스트

Plutarch, Quaestiones Naturales, chapter 18

(플루타르코스, Quaestiones Naturales, chapter 18)

διὰ τί τευθὶς φαινομένη σημεῖόν ἐστι μεγάλου χειμῶνος·? ἦ πάντα φύσει τὰ μαλάκια δύσριγα διὰ γυμνότητα τῆς σαρκὸς καὶ ψιλότητα, μήτ ὀστράκῳ μήτε δέρματι μήτε λεπίδι σκεπομένης ἀλλ ἐντὸς ἐχούσης τὸ σκληρὸν καὶ ὀστεῶδες, διὸ καὶ κέκληται μαλάκια·

ταχὺ δὴ προαισθάνεται δι εὐπάθειαν τοῦ χειμῶνος: ὅθεν ὁ μὲν πολύπους εἰς γῆν ἀνατρέχει καὶ τῶν πετριδίων ἀντιλαμβανόμενος σημεῖόν ἐστι πνεύματος ὅσον οὔπω παρόντος, ἡ δὲ τευθὶς ἐξάλλεται, φεύγουσα τὸ ψῦχος καὶ τὴν ἐν βάθει ταραχὴν τῆς θαλάττης:

εὔθρυπτον καὶ ἁπαλὸν τὸ σαρκῶδες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION