호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διὰ τί Δωριεῖς εὔχονται κακὴν χόρτου συγκομιδήν·? ἦ κακῶς μὲν συγκομίζεται χόρτος ὑόμενος· κόπτεται γὰρ οὐ ξηρὸς ἀλλὰ χλωρός, ὥστε σήπεται ταχὺ διάβροχος γενόμενος:
ὑόμενος δὲ πρὸ τοῦ θέρους ὁ σῖτος βοηθεῖται πρὸς τὰ θερμὰ καὶ νότια πνεύματα: ταῦτα γὰρ οὐκ ἐᾷ πυκνωθῆναι συνιστάμενον ἐν τῷ στάχυι τὸν καρπόν, ἀλλ ἐξίστησι καὶ διαχεῖ τῇ θερμότητι τὴν πῆξιν, ἂν μὴ βεβρεγμένης τῆς γῆς ὑγρότης παραμένῃ ψύχουσα καὶ νοτίζουσα τὸν στάχυν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기