- 텍스트

Plutarch, Quaestiones Naturales, chapter 12

(플루타르코스, Quaestiones Naturales, chapter 12)

λειότητος ἀπολισθάνον οὐ ποιεῖ πληγὴν οὐδὲ σάλον:? ἢ τοῦτο μὲν πιθανῶς εἴρηται πρὸς τὰ ἐκτός, ἐπεὶ δὲ φασι καὶ τοὺς κατακολυμβῶντας, ὅταν ἔλαιον εἰς τὸ στόμα λαβόντες ἐκφυσήσωσιν, ἐν τῷ βυθῷ φέγγος ἴσχειν καὶ δίοψιν, οὐκ ἔστιν ἐκεῖ πνεύματος ὄλισθον αἰτιάσασθαι·

σκόπει δὴ μὴ τὴν θάλατταν γεώδη καὶ ἀνώμαλον οὖσαν ἐξωθεῖ καὶ διαστέλλει τῇ πυκνότητι τοὔλαιον, εἶτ ἀνατρεχούσης εἰς αὑτὴν καὶ συστελλομένης ἀπολείπονται πόροι μεταξὺ ταῖς ὄψεσι διαύγειαν καὶ καταφάνειαν διδόντες.

ἢ φύσει μέν ἐστι φωτεινὸς ὑπὸ θερμότητος ὁ τῇ θαλάττῃ καταμεμιγμένος ἀήρ, γίγνεται δὲ ταραχθεὶς ἀνώμαλος καὶ σκιώδης: καὶ τὴν διαύγειαν·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION