호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διὰ τί μᾶλλον ναυτιῶσι τὴν θάλατταν πλέοντες ἢ τοὺς ποταμούς, κἂν ἐν γαλήνῃ πλέωσι·? ἦ ὅτι μάλιστα ναυτίαν κινεῖ τῶν αἰσθήσεων ἡ ὄσφρησις, τῶν δὲ παθῶν ὁ φόβος· καὶ γὰρ τρέμουσι καὶ φρίττουσι καὶ κοιλίας ἐξυγραίνονται φαντασίαν κινδύνου λαβόντες:
τούτων δ οὐδέτερον ἐνοχλεῖ τοῖς διὰ ποταμοῦ πλέουσιν: ἀκίνδυνος, ἐν δὲ τῇ θαλάττῃ τὴν τ ὀσμὴν ἀηθείᾳ δυσχεραίνουσι καὶ φοβοῦνται, μὴ πιστεύοντες τῷ παρόντι περὶ τοῦ μέλλοντος:
τῆς ταραχῆς διὰ τί τῆς θαλάττης ἐλαίῳ καταρραινομένης γίγνεται καταφάνεια καὶ γαλήνη·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기