- 텍스트

Plutarch, Quaestiones Naturales, chapter 9

(플루타르코스, Quaestiones Naturales, chapter 9)

διὰ τί τοῦ χειμῶνος ἧττον πικρὰ γίγνεται γευομένοις ἡ θάλαττα·? τοῦτο γάρ φασι καὶ Διονύσιον ἱστορεῖν τὸν ὑδραγωγόν. ἦ ὅτι παντελῶς μὲν ἔρημος οὐκ ἔστι γλυκύτητος οὐδ ἄμοιρος ἡ πικρότης, ἅτε δὴ ποταμοὺς τοσούτους ὑποδεχομένης τῆς θαλάττης:

τοῦ δ ἡλίου τὸ γλυκὺ καὶ πότιμον ἐξαιροῦντος ὑπὸ κουφότητος ἐπιπολάζον καὶ μᾶλλον ἐν τῷ θέρει τοῦτο ποιοῦντος, ἐν δὲ τῷ χειμῶνι μαλακώτερον ἁπτομένου δι ἀσθένειαν θερμότητος, ὑπολειπομένη μοῖρα πολλῆς γλυκύτητος ἀνίησι τὸ ἀκράτως πικρὸν καὶ φαρμακῶδες·

τοῦτο δ ἡσυχῆ καὶ τοῖς ποτίμοις συμβέβηκε:

καὶ γλυκύτατον τοῦ θερμοῦ διαφοροῦντος, ἐν δὲ χειμῶνι νέον ἐπιρρεῖ καὶ πρόσφατον, οὗ μετέχειν ἀνάγκη καὶ τὴν θάλατταν, σειομένην ἅμα καὶ τῶν ποταμῶν ἐπιδιδόντων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION