- 텍스트

Plutarch, Quaestiones Naturales, chapter 3

(플루타르코스, Quaestiones Naturales, chapter 3)

διὰ τί παραβάλλουσι τοῖς θρέμμασιν ἅλας οἱ νομεῖς·? πότερον, ὡς οἱ πολλοὶ νομίζουσι, πλήθους τροφῆς ἕνεκα καὶ τοῦ παχύνειν·

τήν τε γὰρ ὄρεξιν ἡ δριμύτης ἐκκαλεῖται καὶ τοὺς πόρους ἀναστομοῦσα μᾶλλον ὁδοποιεῖ τῇ τροφῇ πρὸς τὴν ἀνάδοσιν: καὶ τοὺς ἰσχνοὺς καὶ τοὺς ἀτρόφους Ἀπολλώνιος ὁ Ἡροφίλειος ἐκέλευε μὴ γλυκεῖ μηδὲ χονδρῷ τρέφειν ἀλλὰ τοῖς ταριχευτοῖς καὶ ὑφαλμυρίζουσιν, ὧν ἡ λεπτότης, ὥσπερ ἐντρίχωμα γενομένη, τὰ σιτία τοῖς σώμασι διὰ τῶν πόρων προστίθησιν.

ἢ μᾶλλον ὑγιείας ἕνεκα καὶ συγκοπῆς πλήθους τὸν ἅλα λείχειν ἐθίζουσι τὰ βοσκήματα·

νοσεῖ γὰρ ἄγαν πιαινόμενα, τὴν δὲ πιμελὴν τήκουσιν οἱ ἅλες καὶ διαχέουσιν ὅθεν εὐμαρῶς καὶ ῥᾳδίως ἀποδέρουσιν αὐτὰ σφάξαντες:

ἡ γὰρ κολλῶσα καὶ συνδέουσα τὸ δέρμα πιμελὴ λεπτὴ καὶ ἀσθενὴς γέγονεν ὑπὸ τῆς δριμύτητος. λεπτύνεται δὲ καὶ τὸ αἷμα τῶν τὸ ἅλας λειχόντων οὐδὲ πήγνυται τὰ ἐντός, ἁλῶν μιγέντων.

σκόπει δέ, μὴ καὶ γονιμώτερα καὶ προθυμότερα πρὸς τὰς συνουσίας:

πλείους τρέφει μῦς διὰ τὸ πολλάκις συμπλέκεσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION