호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐζήτει Φλῶρος, ἑστιωμένων ἡμῶν παρ αὐτῷ, τίνες ἂν εἰε῀ν : ἐν τῇ παροιμίᾳ λεγόμενοι. καὶ τοῦτο μὲν ἐκ προχείρου διέλυσεν Ἀπολλοφάνης ὁ γραμματικός:
"τῶν φίλων, ὥστε καὶ πρὸς ἅλα δειπνεῖν καὶ κύαμον, ὑπὸ τῆς παροιμίας προβάλλονται.
τὴν δὲ τῶν ἁλῶν τιμὴν ἀφ ὅτου γένοιτο διηποροῦμεν, Ὁμήρου μὲν ἄντικρυς λέγοντος πάσσε δ ἁλὸς θείοιο: Πλάτωνος δὲ τῶν ἁλῶν σῶμα κατὰ νόμον ἀνθρώπων θεοφιλέστατον εἶναι φάσκοντος:
ἐπέτεινε δὲ τὴν ἀπορίαν τὸ τοὺς Αἰγυπτίους ἱερέας ἁγνεύοντας ἀπέχεσθαι τὸ πάμπαν ἁλῶν, ὥστε καὶ τὸν ἄρτον ἄναλον προσφέρεσθαι. πῶς γάρ, εἰ θεοφιλὲς καὶ θεῖον, ἀφωσιώσαντο· Φλῶρος μὲν οὖν ἐᾶν ἐκέλευσε τοὺς Αἰγυπτίους, Ἑλληνιστὶ δ αὐτοὺς εἰπεῖν τι πρὸς τὸ ὑποκείμενον.
ἐγὼ δ ἔφην οὐδὲ τοὺς Αἰγυπτίους μάχεσθαι τοῖς Ἕλλησιν:
αἱ γὰρ ἁγνεῖαι καὶ παιδοποιίαν καὶ γέλωτα καὶ οἶνον καὶ πολλὰ τῶν ἄλλως ἀξίων σπουδῆς ἀφαιροῦσι: τοὺς δ ἅλας τάχα μὲν ὡς ἐπὶ συνουσίαν ἄγοντας ὑπὸ θερμότητος, ὡς ἔνιοι λέγουσι, φυλάττονται καθαρεύοντες: εἰκὸς δὲ καὶ ὡς ὄψον ἣδιστον παραιτεῖσθαι.
τροφῆς τὸ ἀναγκαῖον ἡδὺ ποιοῦσιν.
"διὰ τοῦτο θεῖον εἰρῆσθαι τὸν ἅλα φῶμεν·
"οὐδὲ τοῦτ ἐλάχιστον. "οἱ γὰρ ἄνθρωποι τὰ κοινὰ καὶ διήκοντα ταῖς χρείαις ἐπὶ τὸ πλεῖστον ἐκθειάζουσιν, ὡς τὸ ὕδωρ, τὸ φῶς, τὰς ὡρ´ας: "τὴν δὲ γῆν οὐ μόνον θεῖον, ἀλλὰ καὶ θεὸν ὑπολαμβάνουσιν: "ὧν οὐδενὸς λείπεται χρείᾳ τὸ τῶν ἁλῶν, θρίγκωμα τῆς τροφῆς γιγνόμενον εἰς τὸ σῶμα καὶ παρέχον εὐαρμοστίαν αὐτῇ πρὸς τὴν ὄρεξιν. "οὐ μὴν ἀλλὰ καὶ σκόπει, μὴ κἀκεῖνο θεῖον αὐτῷ συμβέβηκεν, ὅτι τῶν σωμάτων τὰ νεκρὰ διατηροῦν ἄσηπτα καὶ μόνιμα πολὺν χρόνον ἀντιτάττεται τῷ θανάτῳ καὶ οὐκ ἐᾷ παντελῶς ἐξολέσθαι καὶ ἀφανισθῆναι τὸ θνητόν: "ἀλλ ὥσπερ ἡ ψυχή, θειότατον οὖσα τῶν ἡμετέρων, τὰ ζῷα συνέχει καὶ ῥεῖν οὐκ ἐᾷ τὸν ὄγκον, οὕτως ἡ τῶν ἁλῶν φύσις τὰ νεκρὰ παραλαμβάνουσα καὶ μιμουμένη τὸ τῆς ψυχῆς ἔργον ἀντιλαμβάνεται φερομένων ἐπὶ τὴν φθορὰν καὶ κρατεῖ καὶ ἵστησιν, ἁρμονίαν παρέχουσα καὶ φιλίαν πρὸς ἄλληλα τοῖς μέρεσι. "διὸ καὶ τῶν Στωικῶν ἔνιοι τὴν ὗν σάρκα νεκρὰν γεγονέναι λέγουσι, τῆς ψυχῆς, ὥσπερ ἁλῶν, παρεσπαρμένης ὑπὲρ τοῦ διαμένειν. "ὁρᾷς δ ὅτι καὶ τὸ κεραύνιον πῦρ ἱερὸν ἡγούμεθα καὶ θεῖον, ὅτι τὰ σώματα τῶν διοβλήτων ἄσηπτα πρὸς πολὺν ἀντέχοντα χρόνον ὁρῶμεν. "θεῖον εἶναι, εἴπερ ἄρχει ὁ θεὸς πάντων·
"πρὸς ὃ καὶ πεποίηκεν ὁ Ἐμπεδοκλῆς φῦλον ἄμουσον ἄγουσα πολυσπερέων καμασήνων. "τὸν ἅλα οὐκ ὀλίγον πρὸς γένεσιν συνεργεῖν οἰόνται, καθάπερ αὐτὸς ἐμνήσθης τῶν Αἰγυπτίων: "οἱ γοῦν τὰς κύνας φιλοτροφοῦντες, ὅταν ἀργότεραι πρὸς συνουσίαν ὦσιν, ἄλλοις τε βρώμασιν ἁλμυροῖς καὶ ταριχευτοῖς κρέασι κινοῦσι καὶ παροξύνουσι τὸ σπερματικὸν αὐτῶν ἡσυχάζον. "τὰ δ ἁληγὰ πλοῖα πλῆθος ἐκφύει μυῶν ἄπλετον, ὡς μὲν ἔνιοι λέγουσι, τῶν θηλειῶν καὶ δίχα συνουσίας κυουσῶν, ὅταν τὸν ἅλα λείχωσιν: "εἰκὸς δὲ μᾶλλον ἐμποιεῖν τὴν ἁλμυρίδα τοῖς μορίοις ὀδαξησμοὺς καὶ συνεξορμᾶν τὰ ζῷα πρὸς τοὺς συνδυασμούς. διὰ τοῦτο δ ἴσως καὶ κάλλος γυναικὸς τὸ μήτ ἀργὸν μήτ ἀπίθανον, ἀλλὰ μεμιγμένον χάριτι καὶ κινητικόν , ἁλμυρὸν καὶ δριμὺ καλοῦσιν. "οἶμαι δὲ καὶ τὴν Ἀφροδίτην ἁλιγενῆ τοὺς ποιητὰς προσαγορεύειν καὶ μῦθον ἐπ αὐτῇ πεπλασμένον ἐξενεγκεῖν, ὡς ἀπὸ θαλάττης ἐχούσης τὴν γένεσιν, εἰς τὸ τῶν ἁλῶν γόνιμον αἰνιττομένους. "καὶ γὰρ αὐτὸν τὸν Ποσειδῶνα καὶ ὅλως τοὺς πελαγικοὺς θεοὺς πολυτέκνους καὶ πολυγόνους ἀποφαίνουσιν. "αὐτῶν δὲ τῶν ζῴων οὐδὲν ἂν χερσαῖον ἢ πτηνὸν εἰπεῖν ἔχοις οὕτω γόνιμον, ὡς πάντα τὰ θαλάττια:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기