- 텍스트

Plutarch, Quaestiones Convivales, book 5, Διὰ τί τὴν μηλέαν ἀγλαόκαρπον ὁ ποιητὴς εἶπεν, Ἐμπεδοκλῆς δ ὑπέρφλοια τὰ μῆλα.?

(플루타르코스, Quaestiones Convivales, book 5, Διὰ τί τὴν μηλέαν ἀγλαόκαρπον ὁ ποιητὴς εἶπεν, Ἐμπεδοκλῆς δ ὑπέρφλοια τὰ μῆλα.)

ἐξαιρέτως προσεῖπεν. καὶ Τρύφων μὲν ὁ ἰατρὸς ἔλεγε κατὰ τὴν πρὸς τὸ δένδρον εἰρῆσθαι σύγκρισιν, ὅτι μικρὸν ὀ`ν κομιδῇ καὶ τὴν ὄψιν εὐτελὲς καλὸν καὶ μέγαν ἐκφέρει τὸν καρπόν. ἄλλος δέ τις ἔφη τὸ καλὸν ἐκ πάντων συντεθὲν μόνῳ τούτῳ τῶν ἀκροδρύων ὁρᾶν ὑπάρχον καὶ γὰρ τὴν ψαῦσιν ἔχει καθάριον, ὥστε μὴ μολύνειν ἀλλ εὐωδίας ἀναπιμπλάναι τὸν ἁπτόμενον, καὶ τὴν γεῦσιν ἡδεῖαν, ὀσφραίνεσθαί τε καὶ ἰδεῖν ἐπιτερπέστατόν ἐστι: διὸ καὶ πάσας ὁμοῦ τι τὰς αἰσθήσεις προσαγόμενον εἰκότως ἐπαινεῖσθαι.

ταῦτα μὲν οὖν ἔφαμεν ἡμεῖς μετρίως λέγεσθαι:

τοῦ δ Ἐμπεδοκλέους εἰρηκότος οὕνεκεν ὀψίγονοί τε σίδαι καὶ ὑπέρφλοια μῆλα, τὸ μὲν τῶν σιδῶν ἐπίθετον νοεῖν, ὅτι, τοῦ φθινοπώρου λήγοντος ἤδη καὶ τῶν καυμάτων μαραινομένων, ἐκπέττουσι τὸν καρπόν: ἀσθενῆ γὰρ αὐτῶν τὴν ὑγρότητα καὶ γλίσχραν οὖσαν οὐκ ἐᾷ λαβεῖν σύστασιν ὁ ἥλιος, ἂν μὴ μεταβάλλειν ὁ ἀὴρ ἐπὶ τὸ ψυχρότερον ἄρχηται:

διὸ καὶ μόνον τοῦτό φησι Θεόφραστος τὸ δένδρον ἐν τῇ σκιᾷ βέλτιον ἐκπέττειν τὸν καρπὸν καὶ τάχιον. λελέχθαι τὰ μῆλα διὰ τὴν ἀκμήν:

ὑπὸ τῶν ποιητῶν λέγεσθαι. εἰρηκέναι τὴν τῶν Καδμείων πόλιν: προσαγορεύειν εἶναι δὲ καὶ τῶν Ἑλλήνων τινάς, οἳ Φλοίῳ Διονύσῳ θύουσιν.

αὐτὸ τὸν φιλόσοφον προσαγορεῦσαι.

φωνὴν οὐ μόνον τἄγαν καὶ τὸ σφοδρὸν δηλοῦν, ἀλλὰ καὶ τὸ ἔξωθεν καὶ τὸ ἄνωθεν:

τὰ ἐντός.

"μὴ πρὸς τοῦτο μᾶλλον ὁ Ἐμπεδοκλῆς πεποίηκε τὸ ἐπίθετον, ὅτι, τῶν ἄλλων καρπῶν τὸ ἔξωθεν ὑπὸ τοῦ φλοιοῦ περιεχομένων καὶ τὰ καλούμενα λεπύχανα καὶ κελύφη καὶ ὑμένας καὶ λοβοὺς ἐπιπολῆς· "ἐχόντων, ὁ τοῦ μήλου φλοιὸς ἐντός ἐστι κολλώδης χιτὼν καὶ λιπαρός, ᾧ προσίσχεται τὸ σπέρμα: "τὸ δ ἐδώδιμον, ἔξωθεν αὐτῷ περικείμενον, : "εἰκότως ὑπέρφλοιον ὠνόμασται.

상위

Quaestiones Convivales

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION