- 텍스트

Plutarch, Quaestiones Convivales, book 5, Τίς αἰτία δι ἣν ἡ πίτυς ἱερὰ Ποσειδῶνος ἐνομίσθη καὶ Διονύσου: καὶ ὅτι τὸ πρῶτον ἐστεφάνουν τῇ πίτυι τοὺς Ἴσθμια νικῶντας, ἔπειτα σελίνῳ, νυνὶ δὲ πάλιν τῇ πίτυι.?

(플루타르코스, Quaestiones Convivales, book 5, Τίς αἰτία δι ἣν ἡ πίτυς ἱερὰ Ποσειδῶνος ἐνομίσθη καὶ Διονύσου: καὶ ὅτι τὸ πρῶτον ἐστεφάνουν τῇ πίτυι τοὺς Ἴσθμια νικῶντας, ἔπειτα σελίνῳ, νυνὶ δὲ πάλιν τῇ πίτυι.)

ἡ πίτυς ἐζητεῖτο καθ ὃν λόγον ἐν Ἰσθμίοις στέμμα γέγονε: καὶ γὰρ ἦν τὸ δεῖπνον ἐν Κορίνθῳ, Ἰσθμίων ἀγομένων ἑστιῶντος ἡμᾶς Λουκανίου τοῦ ἀρχιερέως.

Πραξιτέλης μὲν οὖν ὁ περιηγητὴς τὸ μυθῶδες ἐπῆρεν, ὡς:

ἐπονομάζεται, δι οὗ φάναι Μεγαρεῖς τὴν Ἰνὼ τὸ παιδίον ἔχουσαν δραμεῖν ἐπὶ τὴν θάλασσαν. δὲ προστιθέντος ὅτι καὶ τῷ Διονύσῳ καθωσιωμένον τὸ φυτὸν οὐκ ἀπὸ τρόπου ταῖς περὶ τὸν Μελικέρτην συνῳκείωται τιμαῖς, αὐτὸ τοῦτο ζήτησιν παρεῖχεν, ᾧτινι λόγῳ Ποσειδῶνι καὶ Διονύσῳ τὴν πίτυν οἱ παλαιοὶ καθωσίωσαν.

ἐδόκει δ ἡμῖν μηδὲν εἶναι παράλογον:

ἀμφότεροι γὰρ οἱ θεοὶ τῆς ὑγρᾶς καὶ γονίμου κύριοι δοκοῦσιν ἀρχῆς εἶναι: καὶ Ποσειδῶνί γε Φυταλμίῳ Διονύσῳ δὲ Δενδρίτῃ πάντες ὡς ἔπος εἰπεῖν Ἕλληνες θύουσιν. φυτὸν οὖσαν οὐδ ὅτι φιλήνεμός ἐστιν ὥσπερ ἡ θάλασσα καὶ γὰρ τοῦτό τινες λέγουσιν, ἀλλὰ διὰ τὰς ναυπηγίας μάλιστα, καὶ γὰρ αὐτὴ καὶ τὰ ἀδελφὰ δένδρα, πεῦκαι καὶ στρόβιλοι, τῶν τε ξύλων παρέχει τὰ πλοϊμώτατα, πίττης τε καὶ ῥητίνης ἀλοιφήν, ἧς ἄνευ τῶν συμπαγέντων ὄφελος οὐδὲν ἐν τῇ θαλάττῃ.

τῷ δὲ Διονύσῳ τὴν πίτυν ἀνιέρωσαν, ὡς ἐφηδύνουσαν τὸν οἶνον: τὰ γὰρ πιτυώδη χωρία λέγουσιν ἡδύοινον τὴν:

ἄμπελον φέρειν. καὶ τὴν θερμότητα τῆς γῆς Θεόφραστος αἰτιᾶται: καθόλου γὰρ ἐν ἀργιλώδεσι τόποις φύεσθαι τὴν πίτυν: εἶναι δὲ τὴν ἄργιλον θερμήν, διὸ καὶ συνεκπέττειν τὸν οἶνον, ὥσπερ καὶ τὸ ὕδωρ ἐλαφρότατον καὶ ἥδιστον ἡ ἄργιλος ἀναδίδωσιν.

ἔτι δὲ καὶ καταμιγνυμένη πρὸς σῖτον ἐπίμετρον ποιεῖ δαψιλές, ἁδρύνουσα καὶ διογκοῦσα τῇ θερμότητι τὸν πυρόν. οὐ μὴν ἀλλὰ καὶ τῆς πίτυος αὐτῆς εἰκὸς ἀπολαύειν τὴν ἄμπελον, ἐχούσης ἐπιτηδειότητα πολλὴν πρὸς σωτηρίαν οἴνου καὶ διαμονήν: πολλοὶ τῷ οἴνῳ καθάπερ Εὐβοεῖς τῶν Ἑλλαδικῶν καὶ τῶν Ἰταλικῶν οἱ περὶ τὸν Πάδον οἰκοῦντες:

ἐκ δὲ τῆς περὶ Βίενναν Γαλατίας ὁ πισσίτης οἶνος κατακομίζεται, διαφερόντως·

τιμώμενος ὑπὸ Ῥωμαίων, οὐ γὰρ μόνον εὐωδίαν τινὰ τὰ τοιαῦτα προσδίδωσιν, ἀλλὰ καὶ τὸν οἶνον εὔποτον παρίστησι ταχέως ἐξαιροῦντα τῇ θερμότητι τοῦ οἴνου τὸ νεαρὸν καὶ ὑδατῶδες. "οὐ γὰρ ἐχθὲς ἡ πίτυς ἐνταῦθα καὶ πρῴην στέμμα γέγονε τῶν Ἰσθμίων, πρότερον δὲ τοῖς σελίνοις ἐστέφοντο·

"καὶ τοῦτ ἔστι μὲν ἐν τῇ κωμῳδίᾳ φιλαργύρου τινὸς ἀκοῦσαι λέγοντος τὰ δ Ἴσθμι ἀποδοίμην ἂν ἡδέως ὅσου ὁ τῶν σελίνων στέφανός ἐστιν ὤνιος. "ἱστορεῖ δὲ καὶ Τίμαιος ὁ συγγραφεύς, ὅτι Κορίνθιοι ὁπηνίκα μαχούμενοι πρὸς Καρχηδονίους ἐβάδιζον ὑπὲρ τῆς Σικελίας, ἐνέβαλόν τινες οὐ σέλινα κομίζοντες: "οἰωνισαμένων δὲ τῶν πολλῶν τὸ σύμβολον ὡς οὐ χρηστόν, ὅτι δοκεῖ τὸ σέλινον ἐπικήδειον εἶναι, καὶ τοὺς ἐπισφαλῶς νοσοῦντας δεῖσθαι τοῦ σελίνου φαμένων, ὁ Τιμολέων ἐθάρρυνεν αὐτοὺς καὶ ἀνεμίμνησκε τῶν Ἰσθμοῖ σελίνων, οἷς ἀναστέφουσι Κορίνθιοι τοὺς νικῶντας. "ἔτι τοίνυν ἡ Ἀντιγόνου ναυαρχὶς ἀναφύσασα περὶ πρύμναν αὐτομάτως σέλινον Ἰσθμία ἐπωνομάσθη. "καὶ τοῦτο δὴ τὸ σκολιὸν ἐπίγραμμα δῆλον κεραμέα νομίζει διαβεβυσμένην σελίνῳ: "σύγκειται δ οὕτω χθὼν ἡ παλὰς γῆ, πυρὶ κατῃθαλωμένη κεύθει κελαινὸν αἷμα Διονύσου θεοῦ, ἔχουσα κλῶνας Ἰσθμικοὺς ἀνὰ στόμα. "οὐκ ἀνεγνώκαθ ὑμεῖς οἱ τὴν πίτυν ὡς οὐκ ἐπείσακτον οὐδὲ νέον ἀλλὰ πάτριον καὶ παλαιὸν δὴ στέμμα τῶν Ἰσθμίων σεμνύνοντες·

"ὦ Πόσειδον:

ν ἔφη " τοῦ πλήθους τῶν γραμμάτων: ἕτεροι δ ἡμῶν τῆς ἀμαθίας ὡς ἐοίκε καὶ τῆς ἀνηκοϊάς ἀπέλαυον ἀναπείθοντες τοὐναντίον, ὡς ἡ μὲν πίτυς ἦν στέμμα τῶν ἀγώνων πάτριον, ἐκ δὲ Νεμέας κατὰ ζῆλον ὁ τοῦ σελίνου στέφανος ξένος ὢν ἐπεισῆλθε δι Ἡρακλέα, καὶ κρατήσας ἠμαύρωσεν ἐκεῖνον ὡς ἱερὸν ἐπιτήδειον:

ἡ πίτυς ἀνθεῖ τῇ τιμῇ.

ἐγὼ γοῦν ἀνεπειθόμην καὶ προσεῖχον, ὥστε καὶ τῶν μαρτυρίων ἐκμαθεῖν πολλὰ καὶ μνημονεύειν, Εὐφορίωνα μὲν οὕτω πως περὶ Μελικέρτου λέγοντα κλαίοντες δέ τε κοῦρον ἐπ αἰλίσι πιτύεσσι κάτθεσαν, ὁκκότε δὴ στεφάνων ἄθλοις φορέονται. οὐ γάρ πω τρηχεῖα λαβὴ κατεμήσατο χειρῶν μήνης παῖδα χάρωνα παρ Ἀσωποῦ γενετείρῃ, ἐξότε πυκνὰ σέλινα κατὰ κροτάφων ἐβάλοντο:

Καλλίμαχον δὲ μᾶλλον διασαφοῦντα:

καί μιν Ἀλητιάδαι, πουλὺ γεγειότερον τοῦδε παρ Αἰγαίωνι θεῷ τελέοντες ἀγῶνα, θήσουσιν νίκης σύμβολον Ἰσθμιάδος, ζήλῳ τῶν Νεμέηθε:

πίτυν δ ἀποτιμήσουσιν, ἣ πρὶν ἀγωνιστὰς ἔστεφε τοὺς Ἐφύρῃ.

ἔτι δ οἶμαι Προκλέους ἐντετυχηκέναι γραφῇ, περὶ τῶν Ἰσθμίων ἱστοροῦντος, ὅτι τὸν πρῶτον ἀγῶνα ἔθεσαν περὶ στεφάνου πιτυϊ´νου: ὕστερον δέ, τοῦ ἀγῶνος ἱεροῦ γενομένου, ἐκ τῆς Νεμεακῆς πανηγύρεως·

μετήνεγκαν ἐνταῦθα τὸν τοῦ σελίνου στέφανον. Εενοκράτει συσχολασάντων.

상위

Quaestiones Convivales

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION