호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πυρὶ μὲν οὖν οὐκ ἔδοσαν τὸν νεκρὸν αὐτοῦ κωλύσαντος, ὡς λέγεται, δύο δὲ ποιησάμενοι λιθίνας σοροὺς ὑπὸ τὸ Ιἄνοκλον ἔθηκαν, τὴν μὲν ἑτέραν ἔχουσαν τὸ σῶμα, τὴν δὲ ἑτέραν τὰς ἱερὰς βίβλους ἃς ἐγράψατο μὲν αὐτός, ὥσπερ οἱ τῶν Ἑλλήνων νομοθέται τοὺς κύρβεις, ἐκδιδάξας δὲ τοὺς ἱερεῖς ἔτι ζῶν τὰ γεγραμμένα καὶ πάντων ἕξιν τε καὶ γνώμην ἐνεργασάμενος αὐτοῖς, ἐκέλευσε συνταφῆναι μετὰ τοῦ σώματος, ὡς οὐ καλῶς ἐν ἀψύχοις γράμμασι φρουρουμένων τῶν ἀπορρήτων.? ᾧ λογισμῷ φασι μηδὲ τοὺς Πυθαγορικοὺς εἰς γραφὴν κατατίθεσθαι τὰ συντάγματα, μνήμην δὲ καὶ παίδευσιν αὐτῶν ἄγραφον ἐμποιεῖν τοῖς ἀξίοις.
καὶ τῆς γε περὶ τὰς ἀπόρους καὶ ἀρρήτους λεγομένας ἐν γεωμετρίᾳ μεθόδους πραγματείας πρός τινα τῶν ἀναξίων ἐκδοθείσης, ἔφασαν ἐπισημαίνειν τὸ δαιμόνιον μεγάλῳ τινὶ καὶ κοινῷ κακῷ τὴν γεγενημένην παρανομίαν καὶ ἀσέβειαν ἐπεξερχόμενον. ὥστε συγγνώμην ἔχειν πολλὴν τοῖς εἰς τὸ αὐτὸ Πυθαγόρᾳ Νομᾶν φιλοτιμουμένοις συνάγειν ἐπὶ τοσαύταις ὁμοιότησιν.
οἱ δὲ περὶ Ἀντίαν ἱστοροῦσι δώδεκα μὲν εἶναι βίβλους ἱεροφαντικάς, δώδεκα δὲ ἄλλας Ἑλληνικὰς φιλοσόφους τὰς εἰς τὴν σορὸν συντεθείσας. τετρακοσίων δέ που διαγενομένων ἐτῶν ὕπατοι μὲν ἦσαν Πόπλιος Κορνήλιος καὶ Μάρκος Βαίβιος: ὄμβρων δὲ μεγάλων ἐπιπεσόντων καὶ χώματος περιρραγέντος ἐξέωσε σε τὰς σοροὺς τὸ ῥεῦμα: καὶ τῶν ἐπιθημάτων ἀποπεσόντων ἡ μὲν ἑτέρᾳ κενὴ παντάπασιν ὤφθη καὶ μέρος οὐδὲν οὐδὲ λείψανον ἔχουσα τοῦ σώματος, ἐν δὲ τῇ ἑτέρᾳ τῶν γραμμάτων εὑρεθέντων ἀναγνῶναι μὲν αὐτὰ λέγεται Πετίλιος στρατηγῶν τότε, πρὸς δὲ τὴν σύγκλητον κομίσαι, μὴ δοκεῖν αὐτῷ θεμιτὸν εἶναι λέγων μηδὲ ὅσιον ἔκπυστα πολλοῖς τὰ γεγραμμένα γενέσθαι:
διὸ καὶ κομισθείσας εἰς τὸ Κομίτιον τὰς βίβλους κατακαῆναι. πᾶσι μὲν οὖν ἕπεται τοῖς δικαίοις καὶ ἀγαθοῖς ἀνδράσι μείζων ὁ κατόπιν καὶ μετὰ τὴν τελευτὴν ἔπαινος, τοῦ φθόνου πολὺν χρόνον οὐκ ἐπιζῶντος, ἐν ίων δὲ καὶ προαποθνήσκοντος:
ὃς μετὰ Νομᾶν ἐβασίλευσε, καὶ τὰ πλεῖστα τῶν ἐκείνου καλῶν, ἐν δὲ πρώτοις καὶ μάλιστα τὴν περὶ τὸ θεῖον εὐλάβειαν, ἐπιχλευάσας καὶ καθυβρίσας ὡς ἀργοποιὸν καὶ γυναικώδη, πρὸς πόλεμον ν ἔτρεψε τοὺς πολίτας, οὐδ αὐτὸς ἐνέμεινε τοῖς νεανιεύμασι τούτοις, ἀλλ ὑπὸ νόσου χαλεπῆς καὶ πολυτρόπου τὴν γνώμην ἀλλασσόμενος εἰς δεισιδαιμονίαν ἐνέδωκεν οὐδέν τι τῇ κατὰ Νομᾶν εὐσεβείᾳ προσήκουσαν, ἔτι δὲ μᾶλλον ἐνεποίησε τοῖς ἄλλοις τὸ τοιοῦτον πάθος, ὡς λέγεται, καταφλεχθεὶς ὑπὸ κεραυνῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기