- 텍스트

Plutarch, De vitioso pudore, section 12

(플루타르코스, De vitioso pudore, section 12)

διὸ τῶν παθῶν μάλιστα τῷ δυσωπεῖσθαι τὸ μετανοεῖν οὐχ ὕστερον, ἀλλ εὐθὺς ἐν οἷς πράττει πάρεστι:? καὶ γὰρ διδόντες ἀχθόμεθα καὶ μαρτυροῦντες αἰσχυνόμεθα καὶ συνηγοροῦντες ἀδοξοῦμεν καὶ μὴ παρέχοντες ἐλεγχόμεθα.

ἀξιούμενος δὲ μέγιστον δύνασθαι παρ αὐτῷ διὰ τὴν δόξαν, οὐκ ᾐσχύνετο παραιτεῖσθαι τοὺς ἐντυγχάνοντας, ἀπιέναι πρὸς ἑτέρους κελεύων καὶ πειρᾶσθαι τῶν μᾶλλον αὐτοῦ παρὰ τῷ βασιλεῖ δυναμένων.

οὐ γὰρ αἰσχρὸν τὸ μὴ πάντα δύνασθαι:

τὸ δὲ μὴ δυναμένους ἢ μὴ πεφυκότας ἀναδέχεσθαι τὰ τοιαῦτα καὶ παραβιάζεσθαι, πρὸς τῷ αἰσχρῷ καὶ λυπηρότατόν ἐστιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION