- 텍스트

Plutarch, De garrulitate, section 19

(플루타르코스, De garrulitate, section 19)

οὐ γὰρ ἔστιν ὡς χαλινῶν ἐφαψαμένους ἐπισχεῖν τὸν ἀδολέσχην, ἀλλ ἔθει δεῖ κρατῆσαι τοῦ νοσήματος.? πρῶτον μὲν οὖν ἐν ταῖς τῶν πέλας ἐρωτήσεσι σαυτὸν ἔθιζε σιωπᾶν, μέχρι οὗ πάντες ἀπείπωνται τὴν ἀπόκρισιν :

οὐ γάρ τι βουλῆς ταὐτὸ καὶ δρόμου τέλος ὥς φησι Σοφοκλῆς, οὐδέ γε φωνῆς καὶ ἀποκρίσεως ἀλλ ἐκεῖ μὲν ἡ νίκη τοῦ φθάσαντός ἐστιν, ἐνταῦθα δέ, ἐὰν μὲν ἱκανῶς ἕτερος ἀποκρίνηται, καλῶς ἔχει· συνεπαινέσαντα καὶ συνεπιφήσαντα δόξαν εὐμενοῦς ἀνθρώπου λαβεῖν:

ἐὰν δὲ μή, τότε καὶ διδάξαι τὸ ἠγνοημένον καὶ ἀναπληρῶσαι τὸ ἐλλεῖπον, ἀνεπίφθονον καὶ οὐκ ἄκαιρόν ἐστι·

.

μάλιστα δὲ φυλάττωμεν ἑαυτούς, ὅπως μὴ ἑτέρου τινὸς ἐρωτηθέντος αὐτοὶ προλαμβάνωμεν ὑποφθάνοντες τὴν ἀπόκρισιν. ἴσως μὲν γὰρ οὐδ ἄλλο τι καλῶς ἔχον ἐστίν, αἰτηθέντος ἑτέρου, παρωσαμένους ἐκεῖνον αὐτοὺς· ἐπαγγέλλεσθαι: δόξομεν γὰρ ἅμα καὶ τοῦτον ὡς παρασχεῖν ὃ αἰτεῖται μὴ δυνάμενον, κἀκεῖνον ὡς αἰτεῖν παρ ὧν δύναται λαβεῖν οὐκ ἐπιστάμενον, ὀνειδίζειν μάλιστα δ ὕβριν φέρει περὶ τὰς ἀποκρίσεις ἡ τοιαύτη προπέτεια καὶ θρασύτης:

"τί τούτου δέῃ·

"῾τί οὗτος οἶδε· καίτοι πολλάκις τινὰς ἐρωτῶμεν οὐ τοῦ λόγου δεόμενοι, φωνὴν δέ τινα καὶ φιλοφροσύνην ἐκκαλούμενοι παρ αὐτῶν, καὶ προαγαγεῖν εἰς ὁμιλίαν ἐθέλοντες, ὡς Σωκράτης Θεαίτητον καὶ Χαρμίδην. ἑτέρου βουλόμενον φιληθῆναι προδραμόντα φιλεῖν αὐτὸν ἢ τὸν ἑτέρῳ προσβλέποντα μεταστρέφειν εἰς ἑαυτὸν τὸ προλαμβάνειν τὰς ἀποκρίσεις καὶ τὰ ὦτα μετάγειν, καὶ τὴν διάνοιαν ἕλκειν καὶ ἀποστρέφειν πρὸς ἑαυτόν:

ἐπισχόντα καλῶς ἔχει καὶ πρὸς τὸ βουλόμενον τοῦ ἐρωτῶντος ἁρμοσάμενον ὡς ἐπὶ κλῆσιν ἀλλοτρίαν τὴν ἀπόκρισιν, αἰδημόνως καὶ κοσμίως ἀπαντᾶν, καὶ γὰρ οἱ μὲν ἐρωτηθέντες, ἂν σφαλῶσιν ἐν τῷ ἀποκρίνεσθαι, συγγνώμης δικαίας τυγχάνουσιν:

ὁ δ αὐθαιρέτως ὑφιστάμενος καὶ προλαμβάνων τὸν λόγον ἀηδὴς μέν ἐστι καὶ κατορθῶν, διαμαρτάνων δὲ παντάπασιν ἐπίχαρτος γίγνεται καὶ καταγέλαστος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION