호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δὴ ταῦτα καὶ τὰ τοιαῦτα συνεχῶς τις σκοποῖ καὶ ἀναλαμβάνοι, παύσαιτ ἂν ἴσως ἡδόμενος τῷ φλυαρεῖν.? ἐμὲ δὲ κἀκεῖνος ὁ οἰκέτης εὖ μάλα δυσωπεῖ, τὸ προσέχειν τῷ λόγῳ καὶ κρατεῖν προαιρέσεως ἡλίκον ἐστὶν ἐνθυμούμενον. Πούπιος Πείσων ὁ ῥήτωρ μὴ βουλόμενος ἐνοχλεῖσθαι προσέταξε τοῖς οἰκέταις πρὸς τὰ ἐρωτώμενα λαλεῖν καὶ μηδὲν πλέον. εἶτα Κλώδιον ἄρχοντα δεξιώσασθαι βουλόμενος ἐκέλευσε κληθῆναι, καὶ παρεσκευάσατο λαμπρὰν ὡς εἰκὸς ἑστίασιν.
ἐνστάσης δὲ τῆς ὡρ´ας, οἱ μὲν ἄλλοι παρῆσαν ὁ δὲ Κλώδιος·
προσεδοκᾶτο:
καὶ πολλάκις ἔπεμψε τὸν εἰωθότα καλεῖν οἰκέτην, ἐποψόμενον εἰ πρόσεισιν. "τί δ· "ἐκάλεσας αὐτόν· εἶπε. "διὰ οὖν οὐκ ἀφῖκται· "ὅτι ἠρνήσατο. "πῶς οὖν οὐκ εὐθὺς ἔφρασας· "ὅτι τοῦτὸ μ οὐκ ἠρώτησας.
οὕτω μὲν Ῥωμαϊκὸς οἰκέτης, ὁ δ Ἀττικὸς ἐρεῖ τῷ δεσπότῃ σκάπτων ἐφ οἷς γεγόνασιν αἱ διαλύσεις. οὕτω μέγα πρὸς πάνθ ὁ ἐθισμός ἐστι , καὶ περὶ τούτου γ ἤδη λέγωμεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기