호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὥς φησι Δημοσθένης:? "πόρνας καὶ ἰχθῦς ἠγόραζεν:
Εὐφόρβῳ δὲ καὶ Φιλάγρῳ τοῖς Ἐρέτριαν προδοῦσι χώραν ὁ βασιλεὺς ἔδωκεν. ὁ δ ἀδόλεσχος ἄμισθός ἐστι προδότης· καὶ αὐτεπάγγελτος, οὐχ ἵππους οὐδὲ τείχη προδιδούς, ἀλλὰ λόγους ἐκφέρων ἀπορρήτους ἐν δίκαις ἐν στάσεσιν ἐν διαπολιτείαις, μηδενὸς αὐτῷ χάριν ἔχοντος:
ἀλλ ἂν αὐτός ἀκούηται, προσοφείλων χάριν.
ὥστε τὸ λελεγμένον πρὸς τὸν εἰκῆ καὶ ἀκρίτως ἐκχέοντα τὰ ἑαυτοῦ καὶ καταχαριζόμενον οὐ φιλάνθρωπος σὺ γ ἐσς : ἔχεις νόσον, χαίρεις διδούς ἐναρμόττει καὶ πρὸς τὸν φλύαρον: οὐ φίλος εἶ σὺ ταῦτα μηνύων οὐδ εὔνους:
ἔχεις νόσον, χαίρεις λαλῶν καὶ φλυαρῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기