- 텍스트

Plutarch, De garrulitate, section 13

(플루타르코스, De garrulitate, section 13)

οἱ δὲ πλεῖστοι τῶν ἀδολέσχων οὐδ αἰτίαν ἔχοντες ἀπολλύουσιν αὑτούς.? "περὶ Διονυσίου δεῖ λέγειν, οὗ ἐγὼ παρ ἡμέρας ὀλίγας ἐπὶ τοῦ τραχήλου τὸ ξυρὸν ἔχω·

ταῦτ ἀκούσας ὁ Διονύσιος ἀνεσταύρωσεν αὐτόν.

ἐπιεικῶς δὲ λάλον ἐστὶ τὸ τῶν κουρέων γένος οἱ γὰρ ἀδολεσχότατοι προσρέουσι καὶ προσκαθίζουσιν, ὥστ αὐτοὺς ἀναπίμπλασθαι τῆς συνηθείας. ἔφη.

κακοπραγίαν ἀπήγγειλε, πρῶτος ἐν Πειραιεῖ πυθόμενος οἰκέτου τινὸς τῶν ἀποδεδρακότων ἐκεῖθεν.

εἶτ ἀφεὶς τὸ ἐργαστήριον εἰς ἄστυ συνέτεινε δρόμῳ μή τις κῦδος ἄροιτο τὸν λόγον εἰς τὴν πόλιν ἐμβαλών, ὁ δὲ δεύτερος ἔλθοι.

γενομένης δὲ ταραχῆς οἱο῀ν εἰκός, εἰς ἐκκλησίαν ἀθροισθεὶς ὁ δῆμος ἐπὶ τὴν ἀρχὴν ἐβάδιζε τῆς φήμης.

ἤγετ οὖν ὁ κουρεὺς καὶ ἀνεκρίνετο, μηδὲ τοὔνομα τοῦ φράσαντος εἰδὼς ἀλλ εἰς ἀνώνυμον καὶ ἄγνωστον ἀναφέρων τὴν ἀρχὴν πρόσωπον. ὀργὴ δ οὖν καὶ βοὴ τοῦ θεάτρου:

"βασάνιζε καὶ στρέβλου τὸν ἀλάστορα: "πέπλασται ταῦτα καὶ συντέθειται: "τίς δ ἄλλος ἤκουσε· ἐκομίσθη τροχός, κατετάθη ὁ ἄνθρωπος. ἐν τούτῳ παρῆσαν οἱ τὴν συμφορὰν ἀπαγγέλλοντες , ἐξ αὐτοῦ τοῦ ἔργου διαπεφευγότες, ἐσκεδάσθησαν οὖν πάντες ἐπὶ τὰ οἰκεῖα πένθη, καταλιπόντες ἐν τῷ τροχῷ τὸν ἄθλιον ἐνδεδεμένον.

ὀψὲ δὲ λυθεὶς ἤδη πρὸς ἑσπέραν ἠρώτα τὸν δημόσιον, εἰ καὶ περὶ Νικίου τοῦ στρατηγοῦ, ὃν τρόπον ἀπόλωλεν, ἀκηκόασιν.

κακὸν καὶ ἀνουθέτητον ἡ συνήθεια ποιεῖ τὴν ἀδολεσχίαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION