호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦ λογισμοῦ μὴ ὑπακούῃ μηδ ἀνειλῆται, δήγμασιν αὐτῆς κατέχωμεν τὴν ἀκρασίαν αἱμάττοντες.? ὁ Εὐριπίδης φησίν.
οἰόμενοι τοῖς κεκτημένοις εἶναι, στόμασι δ ἀκλείστοις καὶ ἀθύροις ὥσπερ τὸ τοῦ Πόντου διὰ παντὸς ἔξω ῥέουσι χρώμενοι , πάντων ἀτιμότατον ἡγεῖσθαι τὸν λόγον ἐοίκασιν.
ὅθεν οὐδὲ πίστιν ἔχουσιν ἧς πᾶς λόγος ἐφίεται:
τὸ γὰρ οἰκεῖον αὐτοῦ τέλος τοῦτ ἐστί, πίστιν ἐνεργάσασθαι τοῖς ἀκούουσιν ἀπιστοῦνται δ οἱ λάλοι, κἂν ἀληθεύωσιν. ὥσπερ γὰρ ὁ πυρὸς εἰς ἀγγεῖον κατακλεισθεὶς.
πολὺ ποιεῖ τοῦ ψεύδους ἐπίμετρον, ᾧ διαφθείρει τὴν πίστιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기