- 텍스트

Plutarch, De fato, section 11

(플루타르코스, De fato, section 11)

ὁ μὲν οὖν ἡμέτερος λόγος, ἐπὶ κεφαλαίων εἰπεῖν, τοιοῦτός τις ἂν εἰή:? ὁ δὲ τούτων ἐναντίος οὐ μόνον ἐν εἱμαρμένῃ ἀλλὰ καὶ καθ εἱμαρμένην πάντα τίθεται. πάντα δὲ θατέρῳ συνᾴδει: τὰ δὲ τῷ ἑτέρῳ συνῳδὰ δῆλον ὅτι καὶ θάτερον. κατὰ μὲν οὖν τόνδε τὸν λόγον τὸ ἐνδεχόμενον εἴρηται: καὶ τὸ γ ἐφ ἡμῖν δεύτερον:

καὶ τρίτον ἥ τε τύχη καὶ τὸ αὐτόματον καὶ ὅσα κατ αὐτά: ἔπαινος δὲ καὶ ψόγος καὶ τὰ τούτων συγγενῆ τέταρτα πέμπτον δὲ καὶ ἐπὶ πᾶσιν εὐχαὶ θεῶν καὶ θεραπεῖαι λεγέσθω: ἀργοὶ δὲ καὶ θερίζοντες λόγοι καὶ ὁ παρὰ τὴν εἱμαρμένην ὀνομαζόμενος σοφίσμαθ ὡς ἀληθῶς κατὰ τοῦτον τὸν λόγον τυγχάνει ὄντα.

κατὰ δὲ τὸν ἐναντίον μάλιστα μὲν καὶ πρῶτον ἂν εἶναι δόξειε, τὸ μηδὲν ἀναιτίως γίγνεσθαι ἀλλὰ κατὰ προηγουμένας αἰτίας:

δεύτερον δὲ τὸ φύσει διοικεῖσθαι τόνδε τὸν κόσμον σύμπνουν καὶ συμπαθῆ αὐτὸν αὑτῷ ὄντα: τρίτον δέ, ἃ πρὸς τούτοις μαρτύρια μᾶλλον ἐοίκεν εἶναι, μαντικὴ μὲν ἅπασιν ἀνθρώποις εὐδόκιμος ὡς ἀληθῶς θεῶν ὑπάρχουσα:

ἡ δὲ τῶν σοφῶν πρὸς τὰ συμβαίνοντα εὐαρέστησις, ὡς πάντα κατὰ μοῖραν γιγνόμενα δευτέρα.

τρίτον δὲ τὸ πολυθρύλητον τοῦτο, ὅτι πᾶν ἀξίωμα ἢ ἀληθές ἐστιν ἢ ψευδές.

ἃ χρὴ διερευνήσασθαι κατὰ τὴν ἀκριβῆ βάσανον ἑκατέρου τῶν λόγων, τὰ δὲ καθ ἕκαστα τούτων ἐσαῦθις μέτιμεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION