호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔστιν οὖν πρόνοια ἡ μὲν ἀνωτάτω καὶ πρώτη τοῦ πρώτου θεοῦ νόησις, εἴτε καὶ βούλησις οὖσα εὐεργέτις ἁπάντων, καθ ἣν πρώτως ἕκαστα τῶν θείων διὰ παντὸς ἄριστά τε καὶ κάλλιστα κεκόσμηται.? ἡ δὲ δευτέρα δευτέρων θεῶν τῶν κατ οὐρανὸν ἰόντων, καθ ἣν τά τε θνητὰ γίγνεται τεταγμένως καὶ ὅσα πρὸς διαμονὴν καὶ σωτηρίαν ἑκάστων τῶν γενῶν.
τρίτη δ ἂν εἰκότι ῥηθείη πρόνοιά τε καὶ προμήθεια τῶν ὅσοι περὶ γῆν δαίμονες τεταγμένοι τῶν ἀνθρωπίνων πράξεων φύλακές τε καὶ ἐπίσκοποί εἰσι. τοίνυν τῆς προνοίας θεωρουμένης, κυριώτατα δὲ καὶ μάλιστα τῆς πρώτης λεγομένης, οὐκ ἂν ὀκνήσαιμεν εἰπεῖν, εἰ καὶ φιλοσόφοις ἀνδράσι τἀναντία λέγειν δόξαιμεν, ὡς πάντα μὲν καθ εἱμαρμένην καὶ κατὰ πρόνοιαν οὐ μὴν καὶ κατὰ φύσιν:
ἀλλ ἔνια μὲν κατὰ πρόνοιαν καὶ ἄλλα γε κατ ἄλλην, ἔνια δὲ καθ εἱμαρμένην:
καὶ ἡ μὲν εἱμαρμένη πάντως κατὰ πρόνοιαν, ἡ δὲ πρόνοια οὐδαμῶς καθ εἱμαρμένην.
ἔστω δ ὁ λόγος τὰ νῦν περὶ τῆς πρώτης καὶ ἀνωτάτω. τὸ μὲν κατά τι ὕστερον ἐκείνου, καθ ὃ τι ἂν καὶ λέγηται: οἱο῀ν τὸ κατὰ νόμον τοῦ νόμου, καὶ τὸ κατὰ φύσιν τῆς φύσεως:
οὕτω δὲ καὶ τὸ καθ εἱμαρμένην τῆς εἱμαρμένης νεώτερον ἂν εἰή. ἡ δ ἀνωτάτω πρόνοια πρεσβύτατον ἁπάντων, πλὴν οὗπέρ ἐστιν εἴτε βούλησις εἴτε νόησις εἴτε καὶ ἑκάτερον. ἔστι δ, ὡς πρότερον εἴρηται τοῦ πάντων πατρός τε καὶ δημιουργοῦ.
φησὶν ὁ Τίμαιος "δι ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς ξυνέστησεν. "ἀγαθὸς ἦν:
"ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίγνεται φθόνος: "τούτου δ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι παραπλήσια ἑαυτῷ. ταύτην δὴ γενέσεως καὶ κόσμου μάλιστ ἄν τις ἀρχὴν κυριωτάτην παρ ἀνδρῶν φρονίμων ἀποδεχόμενος ὀρθότατ ἀποδέχοιτ ἄν. βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, φαῦλον δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν ὅσον ἦν ὁρατὸν παραλαβών, οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἦγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος ἐκεῖνο τοῦδε πάντως ἄμεινον. "θέμις δὲ οὔτ ἦν οὔτ ἔστι τῷ ἀρίστῳ δρᾶν ἄλλο πλὴν τὸ κάλλιστον" ταῦτα μὲν οὖν καὶ τὰ τούτων ἐχόμενα μέχρι ψυχῶν ἀνθρωπίνων κατὰ πρόνοιαν νομιστέον τήν γε πρώτην συνεστηκέναι: "ξυστήσας δὲ τὸ πᾶν ἰσαρίθμους τοῖς ἄστροις ἔταξε, διεῖλέ τε ψυχὰς ἑκάστην πρὸς ἕκαστον, καὶ ἐμβιβάσας ὡς εἰς ὄχημα τὴν τοῦ παντὸς φύσιν ἔδειξε, νόμους τε τοὺς εἱμαρμένους εἶπεν αὐταῖς:
ταῦτα τίς οὐκ ἂν διαρρήδην καὶ σαφέστατ οἰηθείη τὴν εἱμαρμένην δηλοῦν, ὥσπερ τινὰ βάσιν καὶ πολιτικὴν νομοθεσίαν ταῖς ἀνθρωπίναις ψυχαῖς προσήκουσαν, ἧς δὴ καὶ τὴν αἰτίαν ἑξῆς ἐπιφέρει·
"διαθεσμοθετήσας πάντα αὐτοῖς, ἵνα τοῖς ἔπειτα εἰή κακίας ἑκάστων ἀναίτιος, ἔσπειρε τοὺς μὲν εἰς τὴν γῆν, τοὺς δ εἰς τὴν σελήνην, τοὺς δ εἰς τἄλλα ὅσα ὄργανα χρόνου.
"τὸ δὲ μετὰ τὸν σπόρον τοῖς νέοις παρέδωκε θεοῖς σώματα πλάττειν θνητά, τὸ τ ἐπίλοιπον, ὅσον ἐστὶ ψυχῆς ἀνθρωπίνης δέον προσγενέσθαι, τοῦτο καὶ πάνθ ὅσα ἀκόλουθα ἐκείνοις ἀπεργασαμένους ἄρχειν καὶ κατὰ δύναμιν ὅτι κάλλιστα καὶ ἄριστα τὸ θνητὸν διακυβερνᾶν ζῷον, ὅ τι μὴ κακῶν αὐτὸ αὑτῷ γίγνοιτο αἴτιον. σαφεστάτην αἰτίαν σημαίνει τῆς εἱμαρμένης:
ἡ δὲ τῶν νέων θεῶν τάξις καὶ δημιουργία τὴν δευτέραν πρόνοιαν δηλοῖ: "ἵνα τῆς ἔπειτα εἰή κακίας ἑκάστῳ ἀναίτιος: θεὸς δὲ κακίας ἄμοιρος οὔτε νόμων οὔθ εἱμαρμένης·
ἐπιδέοιτ ἄν, ἀλλὰ τῇ προνοίᾳ τοῦ γεννήσαντος συνεπισπώμενος ἕκαστος αὐτῶν πράττει τὰ αὑτοῦ: ταῦτα δ ἀληθῆ καὶ ἀρέσκοντα τῷ Πλάτωνι φανερά μοι δοκεῖ μαρτύρια εἶναι τὰ πρὸς τοῦ νομοθέτου ἐν τοῖς Νόμοις οὕτω λεγόμενα:
"ἐπεὶ ταῦτα εἴ ποτέ τις ἀνθρώπων φύσει ἱκανός, θείᾳ μοίρᾳ γεννηθείς, παραλαβεῖν δυνατὸς εἰή, νόμων οὐδὲν ἂν δέοιτο αὑτοῦ ἀρξόντων:
"ἐπιστήμης γὰρ οὔτε νόμος οὔτε τάξις οὐδεμία κρείττων, οὐδὲ θέμις ἐστὶ νοῦν οὐδενὸς ὑπήκοον οὐδὲ δοῦλον ἀλλὰ πάντων ἄρχοντα εἶναι , ἐάνπερ ἀληθινὸς ἐλεύθερός τε ὄντως ᾖ κατὰ φύσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기