- 텍스트

Plutarch, De fato, section 7

(플루타르코스, De fato, section 7)

περὶ δὲ τῆς·? τύχης καὶ τοῦ αὐτομάτου καὶ εἴ τι παρὰ ταῦτα θεωρεῖται, νῦν ἡμῖν λεκτέον. αἴτιον μὲν δή τι ἡ τύχη. τῶν δ αἰτίων τὰ μὲν καθ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός:

τὰ ἐκτός.

ὅθεν καὶ δῆλον, ὡς τὸ καθ αὑτὸ ὡρισμένον καὶ ἕν, τὸ δὲ κατὰ συμβεβηκὸς οὐχ ἕν τε καὶ ἀόριστον πολλὰ γὰρ καὶ ἄπειρα τῷ ἑνὶ ὑπάρχει παντάπασιν ἀλλήλων διαφέροντα. τὸ μέντοι κατὰ συμβεβηκός, ὅταν μὴ μόνον ἐν τοῖς ἕνεκά του γίγνηται, ἀλλὰ καὶ ἐν οἷς ἡ προαίρεσις, τότε δὴ καὶ τὸ ἀπὸ τύχης προσαγορεύεται:

οἱο῀ν τὸ εὑρεῖν χρυσίον σκάπτονθ ἵνα φυτεύσῃ, ἢ παθεῖν τι ἢ δρᾶσαι τῶν παρὰ τὸ ἔθος φεύγοντ ἢ διώκοντ ἢ ἄλλως βαδίζοντ ἢ αὐτὸ μόνον ἐπιστραφέντ οὐ τούτου ἕνεκα, ὅπερ συνέπεσεν, ἀλλ ἑτέρου τινὸς χάριν.

διὸ καὶ ἀπρονόητον αἰτίαν καὶ ἄδηλον ἀνθρωπίνῳ λογισμῷ τὴν τύχην ἀπέδοσαν :

τῶν παλαιῶν ἔνιοι. τοὺς ἀπὸ Πλάτωνος ἔγγιον ἔτι προσιόντας αὐτῇ τῷ λόγῳ, οὕτως ἀφώρισται ἡ τύχη, αἰτία κατὰ συμβεβηκὸς τῶν ἕνεκά του ἐν τοῖς κατὰ προαίρεσιν ἔπειτ ἤδη καὶ τὸ ἀπρονόητον καὶ τὸ ἄδηλον ἀνθρωπίνῳ λογισμῷ προστιθέασι:

καίτοι γε κατὰ ταὐτὰ καὶ τὸ σπάνιον καὶ παράλογον ἐμφαίνεται τῷ κατὰ συμβεβηκός:

οἱο῀ν δ ἐστὶ τοῦτο, εἰ καὶ μὴ ἐκ τῶν ἄρτι ῥηθέντων, ἀλλ ἔκ γε τῶν ἐν τῷ Φαίδωνι γεγραμμένων, σαφέστατα προσπίπτει. γέγραπται δ ὧδε:

"οὐδὲ τὰ περὶ τῆς δίκης ἆρα ἐπύθοντο ὃν τρόπον ἐγένετο· "ναί: "ταῦτα μὲν ἡμῖν ἤγγειλέ τις: "καὶ ἐθαυμάζομέν γε, ὅτι πάλαι γενομένης· "αὐτῆς ὕστερον φαίνεται ἀποθανών τί ἦν τοῦτο, ὦ Φαίδων· "τύχη τις αὐτῷ, ὦ Ἐχέκρατες, συνέβη: ἀκουστέον, ἀλλὰ πολὺ μᾶλλον ἐκ συνδρομῆς τινος αἰτίων ἀπέβη, ἄλλου πρὸς ἄλλο γεγονότος.

ὁ μὲν γὰρ ἱερεὺς ἔστεφε τὸ πλοῖον ἄλλου χάριν ἀλλ οὐ Σωκράτους:

οἱ δὲ δι ἕτερον κατεψηφίσαντ αὐτοῦ: αὐτὸ δὲ τὸ ἀποβὰν παράλογον καὶ τοιοῦτον ἀπέβη, οἱο῀ν κἂν ἐκ προνοίας ἐγεγόνει ἤτοι ἀνθρωπίνου τινὸς ἢ τῶν ἔτι κρειττόνων. καὶ περὶ μὲν τῆς τύχης·

ταῦθ ἱκανὰ ὡς συνυφίστασθαι ἀνάγκη, τὸ μὲν ἀπ αὐτοῦ παρωνύμως· καὶ τοῦ ἐφ ἡμῖν προϋποκεῖσθαι ἐλέχθη. τὸ δ αὐτόματον ἐπὶ πλεῖον τῆς τύχης: εἰ γὰρ καὶ αὐτὴν περιλαβὸν ἔχει καὶ πολλὰ τῶν ἄλλοτ ἄλλως συμπίπτειν πεφυκότων. ἔστι δὲ κατ ὄνομα, ὅπερ αὐτόματον λέγεται τὸ πεφυκὸς ἄλλου ἕνεκα, ὅταν μὴ ἐκεῖνο παρ ἐπεφύκει:

οἱο῀ν δοκεῖ τὸ ὑπὸ κύνα ψῦχος. ποτὲ γὰρ ψῦχος οὐ μάτην, οὐδὲ τὸ δ ὅλον, ὡς τὸ ἐφ ἡμῖν μέρος τοῦ ἐνδεχομένου, οὕτως ἡ τύχη τοῦ αὐτομάτου.

ἔστι δ ἑκατέρου ἑκατέρου σύμπτωμα, τὸ μὲν αὐτόματον τοῦ ἐνδεχομένου: ἡ δὲ τύχη τοῦ ἐφ ἡμῖν, καὶ τούτου οὐχ ἅπαντος, ἀλλ ὅπερ ἂν καὶ κατὰ προαίρεσιν ᾖ, ὡς προείρηται. διὸ καὶ τὸ μὲν αὐτόματον κοινὸν ἐμψύχων τε καὶ ἀψύχων:

ἡ δὲ τύχη ἀνθρώπου ἴδιον ἤδη πράττειν δυναμένου. τεκμήριον δέ, ὅτι τὸ εὐτυχεῖν καὶ εὐδαιμονεῖν ταὐτὰ εἶναι δοξάζεται: εὐπραξία περὶ μόνον καὶ τέλειον ἄνθρωπον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION