- 텍스트

Plutarch, De fato, section 6

(플루타르코스, De fato, section 6)

τούτων δ οὕτως ἐχόντων, ἑξῆς ῥητέον, ὡς τὸ γ ἐφ ἡμῖν καὶ ἡ τύχη τό τε δυνατὸν καὶ τὸ ἐνδεχόμενον καὶ τὰ τούτων συγγενῆ ταχθέντα ἐν τοῖς προηγουμένοις αὐτά τε σῴζοιτ ἂν καὶ τὴν εἱμαρμένην σῴζοι.? ἡ μὲν γὰρ εἱμαρμένη πάντα περιέχει καθάπερ καὶ δοκεῖ:

τὰ δ οὐκ ἐξ ἀνάγκης γενήσεται, ἀλλ ἕκαστον αὐτῶν οἱο῀ν καὶ πέφυκεν εἶναι. πέφυκε δὲ τὸ δυνατὸν ὡς γένος προϋφεστάναι τοῦ ἐνδεχομένου:

τὸ δ ἐνδεχόμενον ὡς ὕλη τῶν ἐφ ἡμῖν προϋποκεῖσθαι: τὸ δ ἐφ ἡμῖν ὡς κύριον χρῆσθαι τῷ ἐνδεχομένῳ:

ἡ δὲ τύχη παρεμπίπτει τῷ ἐφ ἡμῖν διὰ τὴν ἐφ ἑκάτερα ῥοπὴν τοῦ ἐνδεχομένου. μάθοις δ ἂν τὸ λεγόμενον σαφῶς ἐννοήσας, ὡς τὸ γιγνόμενον ἅπαν καὶ ἡ γένεσις αὐτὴ οὐ δίχα δυνάμεως, ἡ δὲ δύναμις οὐκ ἄνευ οὐσίας, οἱο῀ν ἀνθρώπου εἴτε γένεσις εἴτε γενητὸν οὐκ ἄνευ τῆς δυνάμεως, αὕτη δὲ περὶ ἄνθρωπον, οὐσία δ ὁ ἄνθρωπος. ἀπὸ δὲ τῆς δυνάμεως μεταξὺ οὔσης, ἡ μὲν οὐσία δυνάμενον, ἡ δὲ γένεσις καὶ τὸ γιγνόμενον ἄμφω δυνατά.

τριῶν τοίνυν τούτων, δυνάμεως καὶ δυναμένου καὶ δυνατοῦ, δυνάμεως μὲν ὡς τὸ εἶναι προϋπόκειται τὸ δυνάμενον, δυνατοῦ δ ἡ δύναμις προϋφίσταται. σαφὲς μὲν οὖν καὶ οὕτω τὸ δυνατόν:

τύπῳ δ ἂν ἀφορισθείη κοινότερον μὲν τὸ κατὰ δύναμιν πεφυκὸς γίγνεσθαι, κυριώτερον δὲ ταὐτὸ τοῦτο, ὁπόταν μηδὲν ἔξωθεν ἔχῃ πρὸς τὸ γίγνεσθαι ἐμποδών. τῶν δὲ δυνατῶν τὰ μὲν οὐκ ἂν κωλυθείη ποτέ, ὥσπερ τὰ κατ οὐρανόν, ἀνατολαὶ καὶ δύσεις καὶ τὰ τούτοις παραπλήσια: τὰ δ οἱά῀ τε κωλυθῆναί ἐστιν, ὡς πολλὰ μὲν τῶν ἀνθρωπίνων πολλὰ δὲ καὶ τῶν μεταρσίων.

τὰ μὲν οὖν πρότερ ὡς ἐξ ἀνάγκης γιγνόμεν ἀναγκαῖα προσαγορεύεται, ἃ δέ πως τοὐναντίον ἐπιδέχεται ἐνδεχόμενα.

ἀφορίζοιτο δ ἂν καὶ ταῦτα: τὸ δ ἐνδεχόμενον δυνατόν, οὗ καὶ τὸ ἀντικείμενον δυνατόν.

τὸ μὲν γάρ καταδῦναι τὸν ἣλιον ἀναγκαῖὸν θ ἅμα καὶ δυνατόν, ἀντίκειται δ ἀδύνατον τὸ μὴ καταδῦναι: τὸ δὲ καταδύντος ἡλίου ὄμβρον γενέσθαι καὶ μὴ γενέσθαι, ἀμφότερα δυνατὰ καὶ ἐνδεχόμενα.

πάλιν δὲ καὶ ἐπὶ τοῦ ἐνδεχομένου, τὸ μὲν ὡς ἐπὶ τὸ πολύ, τὸ δ ὡς ἐπ ἔλαττον, τὸ δ ὡς ἐπίσης καὶ ὁπότερον ἔτυχεν: τοῦτο μὲν φανερὸν ὡς αὐτὸ αὑτῷ ἀντιτέτακται, τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐπ ἔλαττον ἀλλήλοις:

καὶ ταῦτα μὲν ἐπὶ τῇ φύσει τὸ πλεῖστον, ἐφ ἡμῖν τε τὸ ἐπίσης. τὸ μὲν γὰρ ὑπὸ κύνα καῦμ ἢ ψῦχος, ὧν τὸ μὲν ὡς ἐπὶ τὸ πολὺ τὸ δ ὡς ἐπ ἔλαττον, τῇ φύσει ἄμφω ὑποτέτακται: τὸ:

δὲ περιπατεῖν καὶ μὴ καὶ ὅσα τοιαῦτα, ὧν ἑκάτερον ἐπὶ τῇ ἀνθρωπίνῃ ὁρμῇ ὑποτέτακται, ὃ δὴ ἐφ ἡμῖν καὶ κατὰ προαίρεσιν λέγεται. γενικώτερον δὲ μᾶλλον τὸ ἐφ ἡμῖν: δύο γὰρ εἶναι εἴδη, τὸ τ ἐκ πάθους καὶ θυμοῦ ἢ ἐπιθυμίας, τὸ τ ἐξ ἐπιλογισμοῦ ἢ διανοίας, ὅπερ ἤδη κατὰ προαίρεσιν ἄν τις εἴποι. ἔχει δὲ λόγον μὴ τὸ δυνατὸν καὶ ἐνδεχόμενον τοῦτο , ὅπερ καθ ὁρμὴν καὶ ἐφ ἡμῖν εἴρηται, μὴ ταὐτὸ κατ ἄλλο λέγεται.

κατὰ μὲν γὰρ τὸ μᾶλλον δυνατόν τε καὶ ἐνδεχόμενον, κατὰ δὲ τὸ παρὸν ἐφ ἡμῖν τε καὶ καθ ὁρμήν. ἀφορίζοιτο δ ἂν ὧδε: τὸ μὲν ἐνδεχόμενον ὅπερ αὐτό τε καὶ τὸ ἀντικείμενον, τὸ δ ἐφ ἡμῖν θάτερον μέρος τοῦ ἐνδεχομένου τὸ κατὰ τὴν ἡμετέραν ὁρμὴν ἤδη γιγνόμενον.

φύσει τὸ δ ἐνδεχόμενον τοῦ ἐφ ἡμῖν προϋφίσταται, καὶ οἱο῀ν αὐτῶν τυγχάνει ὀ`ν ἕκαστον καὶ πόθεν ὀνομάζεται καὶ τά γε παρακείμενα αὐτοῖς, σχεδὸν εἴρηται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION