- 텍스트

Plutarch, De fato, section 3

(플루타르코스, De fato, section 3)

ἀναλαβόντες λέγωμεν περὶ γὰρ ταῦτα τὰ πολλὰ ζητήματα φυσικά τε καὶ ἠθικὰ καὶ διαλεκτικὰ τυγχάνει ὄντα.? τίς μὲν οὖν ἐστιν, ἐπιεικῶς ἀφώρισται:

ὁποία δ ἐστίν, ἑξῆς ῥητέον, εἰ καὶ πολλοῖς ἄτοπον φαίνεται. ἀπείρων γὰρ ἐξ ἀπείρου καὶ εἰς ἄπειρον ὄντων τῶν γιγνομένων, τὰ πάντα περιβαλοῦς ἐν κύκλῳ ἡ εἱμαρμένη οὐκ ἄπειρος· ἀλλὰ πεπερασμένη ἐστίν οὔτε γὰρ νόμος οὔτε λόγος οὔτε τι θεῖον ἄπειρον ἂν εἰή.

"τὰ πρὸς ἄλληλα συμπερανθέντα τάχη σχῇ κεφαλήν, τῷ τοῦ ταὐτοῦ καὶ ὁμοίως ἰόντος ἀναμετρηθέντα κύκλῳ. γῆν ἐξ ἀνάγκης ἄνωθεν συνίσταται, πάλιν μὲν εἰς ταὐτὸ καταστήσεται, πάλιν δ ἐξ ἀρχῆς ὅλα κατὰ ταὐτὰ ὡσαύτως ἀποδοθήσεται.

μόνη γοῦν ἡ κατ οὐρανὸν σχέσις αὐτή τε πρὸς ἑαυτὴν κατὰ πάντα τεταγμένη πρός τε τὴν γῆν καὶ πρὸς τὰ ἐπίγεια πάντα διὰ μακρῶν περιόδων πάλιν ἐπανήξει ποτέ:

αἵ τε μετ αὐτὴν ἐφεξῆς καὶ ἐχόμεναι ἀλλήλαις ἐχομένως παρέσονται, ἑκάστη τὰ αὑτῆς ἐξ ἀνάγκης φέρουσαι. αἰτιῶν ὄντων, καὶ τὸ ἐμὲ γράφειν νυνὶ τάδε καὶ ὡδὶ σέ τε πράττειν ἅπερ καὶ ὅπως τυγχάνεις πράττων:

πάλιν τοίνυν ἐπειδὰν ἡ αὐτὴ ἀφίκηται αἰτία, ταὐτὰ καὶ ὡσαύτως οἱ αὐτοὶ γενόμενοι πράξομεν.

οὕτω δὲ καὶ πάντες ἄνθρωποι καὶ τὰ γ ἑξῆς κατὰ τὴν ἑξῆς αἰτίαν γενήσεται καὶ πραχθήσεται, καὶ πάνθ ὅλα καὶ κατὰ μίαν τὴν ὅλην περίοδον καὶ καθ ἑκάστην τῶν ὅλων ὡσαύτως ἀποδοθήσεται. φανερὸν τοίνυν ἤδη ὅ τι ἔφαμεν, τὴν εἱμαρμένην ἄπειρον τρόπον τινὰ οὖσαν μὴ ἄπειρον εἶναι, καὶ τό γε ῥηθέν, ὅτι κύκλος τίς ἐστι, μετρίως που κατῶπται: ἡ τοῦ κύκλου κίνησις ὅ τε ταύτην παραμετρῶν χρόνος κύκλος τίς ἐστιν, οὕτω καὶ τῶν κατὰ κύκλον γιγνομένων ὁ λόγος κύκλος ἂν νομισθείη.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION