- 텍스트

Plutarch, De cohibenda ira, section 11

(플루타르코스, De cohibenda ira, section 11)

πάντων δὲ τῶν παθῶν ἐθισμοῦ δεομένων, οἱο῀ν δαμάζοντος καὶ καταθλοῦντος ἀσκήσει τὸ ἄλογον καὶ δυσπειθές, οὐ πρὸς ἄλλο μᾶλλον ἔστιν ἐγγυμνάσασθαι τοῖς οἰκέταις ἢ πρὸς τὸν θυμόν.? οὔτε γὰρ φθόνος οὔτε φόβος οὔτε φιλοτιμία τις ἐγγίγνεται πρὸς αὐτούς: ὀργαὶ δὲ συνεχεῖς πολλὰ ποιοῦσαι προσκρούματα καὶ σφάλματα διὰ τὴν ἐξουσίαν ὥσπερ ἐν ὀλισθηρῷ χωρίῳ, μηδενὸς ἐνισταμένου μηδὲ κωλύοντος, ὑποφέρουσιν.

οὐ γὰρ ἔστιν ἀναμάρτητον ἐν πάθει τὸ ἀνυπεύθυνον κατασχεῖν, μὴ πολλῇ τὴν ἐξουσίαν ἐμπεριλαβόντα πραότητι μηδὲ πολλὰς ὑπομείναντα φωνὰς γυναικὸς καὶ φίλων ἐγκαλούντων ἀτονίαν καὶ ῥᾳθυμίαν.

οἷς μάλιστα παρωξυνόμην καὶ αὐτὸς ἐπὶ τοὺς οἰκέτας ὡς τῷ μὴ κολάζεσθαι διαφθειρομένους. ἀπὸ νεύματος καὶ σιωπῇ καὶ προθυμότερον ἢ μετὰ πληγῶν καὶ στιγμάτων ἑτέροις, ἐπειθόμην ἡγεμονικώτερον εἶναι τοῦ θυμοῦ τὸν λογισμόν.

οὐ γάρ, ὡς ὁ ποιητὴς εἶπεν ἵνα γὰρ δέος, ἔνθα καὶ αἰδώς: ἀλλὰ τοὐναντίον αἰδουμένοις ὁ σωφρονίζων ἐγγίγνεται φόβος.

ἡ δὲ συνεχὴς πληγὴ καὶ ἀπαραίτητος οὐ μετάνοιαν ἐμποιεῖ τοῦ κακουργεῖν ἀλλὰ τοῦ λανθάνειν πρόνοιαν μᾶλλον. τρίτον ἀεὶ μνημονεύων καὶ διανοούμενος πρὸς ἐμαυτόν, ὡς οὔθ ὁ τοξεύειν ἡμᾶς διδάξας ἐκώλυσε βάλλειν ἀλλὰ μὴ διαμαρτάνειν, οὔτε τῷ κολάζειν ἐμποδὼν ἔσται τὸ διδάσκειν εὐκαίρως τοῦτο ποιεῖν καὶ μετρίως καὶ ὠφελίμως καὶ πρεπόντως πειρῶμαι τὴν ὀργὴν ἀφαιρεῖν μάλιστα τῷ μὴ παραιρεῖσθαι τῶν κολαζομένων τὴν δικαιολογίαν ἀλλ ἀκούειν.

ὅ τε γὰρ χρόνος ἐμποιεῖ τῷ πάθει διατριβὴν καὶ μέλλησιν ἐκλύουσαν ἥ τε κρίσις εὑρίσκει καὶ τρόπον πρέποντα καὶ μέγεθος ἁρμόττον κολάσεως:

ἔτι δ οὐχ ὑπολείπεται πρόφασις τῷ διδόντι δίκην ἀντιτείνειν πρὸς τὴν ἐπανόρθωσιν, ἂν μὴ κατ ὀργὴν ἀλλ ἐξελεγχθεὶς κολάζηται τὸ τ αἴσχιστον οὐ πρόσεστι, φαίνεσθαι δικαιότερα τοῦ δεσπότου λέγοντα τὸν οἰκέτην.

"εἰ σήμερον οὗτος ἠδίκηκε, καὶ αὔριον ἔσται καὶ εἰς τρίτην ἠδικηκώς:

καὶ δεινὸν οὐδέν, εἰ δώσει δίκην βράδιον, ἀλλ εἰ ταχὺ παθὼν ἀεὶ φανεῖται μὴ ἀδικῶν: ὅπερ ἤδη συμβέβηκε πολλάκις. τίς. γὰρ ἡμῶν οὕτω δεινός ἐστιν, ὥστε μαστιγοῦν καὶ κολάζειν δοῦλον, ὅτι πέμπτην ἢ δεκάτην ἡμέραν προσέκαυσε τοὖψον ἢ κατέβαλε τὴν τράπεζαν ἢ βράδιον ὑπήκουσε· καὶ μὴν ταῦτ ἐστὶν ἐφ οἷς εὐθὺς γενομένοις καὶ προσφάτοις οὖσι ταραττόμεθα καὶ πικρῶς καὶ ἀπαραιτήτως ἔχομεν.

ὡς γὰρ δι ὁμίχλης τὰ σώματα, καὶ δι ὀργῆς τὰ πράγματα μείζονα φαίνεται. διὸ δεῖ ταχὺ συμμνημονεύειν τῶν ὁμοίων, καὶ τοῦ πάθους ἔξωθεν ὄντας ἀνυπόπτως, ἂν καθαρῷ τῷ λογισμῷ καὶ καθεστῶτι φαίνηται μοχθηρόν, ἐπιστραφῆναι, καὶ μὴ προέσθαι τότε μηδ ἀφεῖναι τὴν κόλασιν ὥσπερ σιτίον ἀνορέκτους γεγονότας.

οὐδὲν γὰρ οὕτως αἴτιόν ἐστι τοῦ παρούσης ὀργῆς κολάζειν, ὡς τὸ παυσαμένης μὴ κολάζειν ἀλλ ἐκλελύσθαι, καὶ ταὐτὸ πεπονθέναι τοῖς ἀργοῖς κωπηλάταις, οἳ γαλήνης ὁρμοῦσιν εἶτα κινδυνεύουσιν ἀνέμῳ πλέοντες.

καὶ γὰρ ἡμεῖς τοῦ λογισμοῦ κατεγνωκότες ἀτονίαν καὶ μαλακίαν ἐν τῷ κολάζειν, σπεύδομεν παρόντι τῷ θυμῷ καθάπερ πνεύματι παραβόλως.

ἀλλ ὅταν πορρωτάτω τοῦ ὀρέγεσθαι γένηται προσάγων τὸν λογισμὸν ἀναγκαίως.

οὐ γάρ, ὡς Ἀριστοτέλης ἱστορεῖ κατ αὐτὸν ἐν Τυρρηνίᾳ μαστιγοῦσθαι τοὺς οἰκέτας πρὸς αὐλόν, οὕτω πρὸς ἡδονὴν δεῖ καθάπερ ἀπολαύσματος ὀρέξει τῆς τιμωρίας ἐμφορεῖσθαι καὶ χαίρειν κολάζοντας εἶτα μετανοεῖν:

ὧν τὸ μὲν θηριῶδες τὸ δὲ γυναικῶδες:

ἀλλὰ καὶ λύπης καὶ ἡδονῆς χωρὶς ἐν τῷ τοῦ λογισμοῦ χρόνῳ τὴν δίκην κομίζεσθαι μὴ ὑπολείποντας τῷ θυμῷ πρόφασιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION