호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἀνατρέψαι μὲν δύνασαι καὶ διαφθεῖραι καὶ καταβαλεῖν, ἀναστῆσαι δὲ καὶ σῶσαι καὶ φείσασθαι καὶ καρτερῆσαι πραότητός ἐστι καὶ συγγνώμης καὶ μετριοπαθείας, καὶ Καμίλλου καὶ Μετέλλου καὶ Ἀριστείδου καὶ Σωκράτους:? "τὸ δ ἐμφῦναι καὶ δακεῖν μυρμηκῶδες καὶ μυῶδες. οὐ μὴν ἀλλὰ καὶ πρὸς ἄμυναν ἅμα σκοπῶν τὸν δι ὀργῆς·
τρόπον ἄπρακτον εὑρίσκω τὰ πολλά, δήγμασι χειλῶν καὶ πρίσεσιν ὀδόντων καὶ κεναῖς ἐπιδρομαῖς καὶ βλασφημίαις ἀπειλὰς ἀνοήτους ἐχούσαις καταναλισκόμενον, εἶθ ὥσπερ ἐν τοῖς δρόμοις τὰ παιδία τῷ μὴ κρατεῖν ἑαυτῶν προκαταπίπτοντα τοῦ τέλους ἐφ ὃ σπεύδει γελοίως.
καὶ τὸν, Νεοπτόλεμον ὁ Σοφοκλῆς καὶ τὸν Εὐρύπυλον ὁπλίσας ἐκόμπας ἀλοιδόρητα φησίν ἐρρηξάτην ἐς κύκλα χαλκέων ὅπλων.
τὸν μὲν γὰρ σίδηρον ἔνιοι τῶν βαρβάρων φαρμάσσουσιν, δ ἀνδρεία χολῆς οὐ δεῖται βέβαπται γὰρ ὑπὸ τοῦ λόγου:
τὸ δὲ θυμικὸν καὶ μανικὸν εὐπερίθραυστόν ἐστι καὶ σαθρόν.
ἀφαιροῦσι γοῦν αὐλοῖς τὸν θυμὸν οἱ Λακεδαιμόνιοι τῶν μαχομένων, καὶ Μούσαις πρὸ πολέμου θύουσιν ὅπως ὁ λόγος ἐμμένῃ: καὶ τρεψάμενοι τοὺς πολεμίους οὐ διώκουσιν, ἀλλ ἀνακαλοῦνται τὸν θυμόν, ὥσπερ τὰ σύμμετρα τῶν ἐγχειριδίων εὐανακόμιστον ὄντα καὶ ῥᾴδιον. ὀργὴ δὲ, μυρίους προανεῖλε τῆς ἀμύνης, ὡς Κῦρον καὶ Πελοπίδαν τὸν Θηβαῖον.
Ἀγαθοκλῆς·
δὲ πράως ἔφερε λοιδορούμενος ὑπὸ τῶν πολιορκουμένων: "κεραμεῦ, πόθεν ἀποδώσεις τοῖς ξένοις τὸν μισθὸν ·
καὶ τὸν Ἀντίγονον ἀπὸ τοῦ τείχους τινὲς εἰς ἀμορφίαν ἔσκωπτον: "καὶ μὴν ἐδόκουν εὐπρόσωπος εἶναι. λαβὼν δὲ τὴν πόλιν ἐπίπρασκε τοὺς σκώπτοντας, μαρτυράμενος ὅτι πρὸς τοὺς δεσπότας ἕξει τὸν λόγον, ἂν πάλιν αὐτὸν λοιδορῶσιν. ὁρῶ δὲ καὶ κυνηγοὺς σφαλλομένους ὑπ ὀργῆς μεγάλα καὶ ῥήτορας.
ἐμφράξαι τὰ ὦτα κηρῷ δίκην ἔχοντος, ὅπως μὴ συγχέῃ τὸ πρᾶγμα διὰ θυμὸν ὑπὸ τῶν ἐχθρῶν λοιδορούμενος.
αὐτοὺς δ ἡμᾶς οὐ πολλάκις ἐκφεύγει τὸ κολάσαι πλημμελήσαντα δοῦλον·
ἀποδιδράσκουσι γὰρ τὰς ἀπειλὰς καὶ τοὺς λόγους δείσαντες. καὶ γὰρ παῖδ ἰδὼν πατὴρ ἐπιχειροῦντά τι σιδηρίῳ διελεῖν ἢ τεμεῖν, αὐτὸς λαβὼν τὸ σιδήριον ἐποίησε:
καὶ ἀβλαβῶς καὶ ὠφελίμως ἐκόλασε τὸν ἄξιον οὐχ ἑαυτὸν ὥσπερ ὁ θυμούμενος ἀντ ἐκείνου πολλάκις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기