호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"οὐ μὴν ἀλλὰ καὶ τὸ τοῦ θεοῦ καὶ τῆς προνοίας σκοποῦντες, ὀψόμεθα πρὸς τὸ βέλτιον γεγενημένην τὴν μεταβολήν.? ἀμοιβῇ γὰρ ἐοίκε νομίσματος ἡ τοῦ λόγου χρεία, καὶ δόκιμον καὶ αὐτοῦ τὸ σύνηθές ἐστι καὶ γνώριμον, ἄλλην ἐν ἄλλοις χρόνοις ἰσχὺν λαμβάνοντος. "ἦν οὖν ὅτε λόγου νομίσμασιν ἐχρῶντο μέτροις καὶ μέλεσι καὶ ᾠδαῖς, πᾶσαν μὲν ἱστορίαν καὶ φιλοσοφίαν πᾶν δὲ πάθος ὡς ἁπλῶς εἰπεῖν καὶ πρᾶγμα σεμνοτέρας φωνῆς δεόμενον εἰς ποιητικὴν καὶ μουσικὴν ἄγοντες. "οὐ γὰρ μόνον νῦν ὀλίγοι μόλις ἐπαϊούσι, τότε δὲ πάντες ἠκροῶντο καὶ ἔχαιρον ᾀδομένοις μηλοβόται τ ἀρόται τ ὀρνιχολόχοι τε κατὰ Πίνδαρον ἀλλ ὑπὸ τῆς πρὸς ποιητικὴν ἐπιτηδειότητος οἱ πλεῖστοι διὰ λύρας καὶ ᾠδῆς ἐνουθέτουν ἐπαρρησιάζοντο παρεκελεύοντο , μύθους καὶ παροιμίας ἐπέραινον, ἔτι δ ὕμνους θεῶν εὐχὰς παιᾶνας ἐν μέτροις ἐποιοῦντο καὶ μέλεσιν οἱ μὲν δι εὐφυϊάν οἱ δὲ διὰ συνήθειαν. "οὐκοῦν οὐδὲ μαντικῇ κόσμου καὶ χάριτος ἐφθόνει ὁ θεὸς οὐδ ἀπήλαυνεν ἐνθένδε τιμωμένην μοῦσαν τοῦ τρίποδος, ἀλλ ἐπήγετο μᾶλλον ἐγείρων τὰς ποιητικὰς φύσεις καὶ ἀσπαζόμενος, αὐτός τε φαντασίας ἐνεδίδου καὶ συνεξώρμα τὸ σοβαρὸν καὶ λόγιον ὡς ἁρμόττον καὶ θαυμαζόμενον. "ἐπεὶ δέ, τοῦ βίου μεταβολὴν ἅμα ταῖς τύχαις καὶ ταῖς φύσεσι λαμβάνοντος, ἐξωθοῦσα τὸ περιττὸν ἡ χρεία κρωβύλους τε χρυσοῦς ἀφῄρει καὶ ξυστίδας μαλακὰς ἀπημφίαζε καί που καὶ κόμην σοβαρωτέραν ἀπέκειρε καὶ ὑπέλυσε κόθορνον, οὐ φαύλως ἐθιζομένων ἀντικαλλωπίζεσθαι πρὸς τὴν πολυτέλειαν εὐτελείᾳ καὶ τὸ ἀφελὲς καὶ λιτὸν ἐν κόσμῳ τίθεσθαι μᾶλλον ἢ τὸ σοβαρὸν καὶ περίεργον: "οὕτω τοῦ λόγου συμμεταβάλλοντος ἅμα καὶ συναπολυομένου, κατέβη μὲν ἀπὸ τῶν μέτρων ὥσπερ ὀχημάτων ἡ ἱστορία καὶ τῷ πεζῷ μάλιστα τοῦ μυθώδους ἀπεκρίθη τάληθές: "φιλοσοφία δὲ τὸ σαφὲς καὶ διδασκαλικὸν ἀσπασαμένη μᾶλλον ἢ τὸ ἐκπλῆττον, διὰ λόγων ἐποιεῖτο τὴν ζήτησιν ἀπέπαυσε δὲ τὴν Πυθίαν ὁ θεὸς πυρικάους μὲν ὀνομάζουσαν τοὺς αὑτῆς πολίτας ὀφιοβόρους δὲ τοὺς Σπαρτιάτας ὀρεᾶνας δὲ τοὺς ἄνδρας ὀρεμπότας δὲ τοὺς ποταμούς: "ἀφελὼν δὲ τῶν χρησμῶν ἔπη καὶ γλώσσας καὶ περιφράσεις καὶ ἀσάφειαν, οὕτω διαλέγεσθαι παρεσκεύασε τοῖς χρωμένοις ὡς νόμοι τε πόλεσι διαλέγονται καὶ βασιλεῖς ἐντυγχάνουσι δήμοις καὶ μαθηταὶ διδασκάλων ἀκροῶνται, πρὸς τὸ συνετὸν καὶ πιθανὸν ἁρμοζόμενος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기